Ancient Greek · ~7 min
44 to 65
Alexander of Aphrodisias, De anima libri mantissa 44-65
Not analysed yet
εἰκότως οὖν τὴν τῆς στερήσεως τοῦ φωτὸς χώραν ἔχει οὔτε αὐτὴ δεχομένη τὸ φῶς ἐν αὑτῇ, ὅτῳ τ᾿ ἂν ἄλλῳ μιχθῇ ἀντιφράττουσα καὶ κωλύουσα αὐτὸ δι᾿ ὅλου φωτίζεσθαι. δηλοῖ δὲ ὁ ἀὴρ ὁ ἀνάπλεως καπνοῦ· ἧττον γὰρ δέχεται τὸ φῶς διὰ τὴν μῖξιν τοῦ γεώδους· τοιοῦτος δὲ ὁ κονιορτός. διὰ τὴν αὐτὴν δὲ αἰτίαν οὐδὲ ἡ φλὸξ δίοπτός ἐστιν, διότι γεῶδες αὐτῇ μέμικται, εἰ ἡ φλόξ ἐστι καιόμενος καπνός. ἡ δὲ ὕαλος καὶ τὰ διαφανῆ, οἷς τοὺς οἴκους φράττουσιν, ὕδατός ἐστιν, ὡς δῆλον ἐκ τῆς γενέσεως αὐτῶν. διὸ καὶ διαφανῆ. καὶ κέρας δὲ καὶ τὸ χελώνιον τὸ πλεῖον ὕδατος ἔχει. διό πως ἐργασθέντα γίνεται διαφανῆ· ὅτι γὰρ ὕδατος, δῆλον τῷ μαλακτὰ εἶναι. ὅτι δὲ τὰ γῆς πλεῖον ἔχοντα τῶν διαφανῶν ἧττόν ἐστι διαφανῆ δηλοῖ καὶ τὸ γλεῦκος. γεωδέστερον γὰρ τοῦ καθεστῶτος οἴνου. ὥστε ἡ μὲν γῆ διὰ ταῦτα οὔτε αὐτὴ διαφανὴς οὔτε τὰ ἐν οἷς μέμικται. τὰ μὲν οὖν δίοπτα καὶ διαφανῆ τὸ μάλιστα ὁρατὸν ἔχει τε καὶ δέχεται χρῶμα, τοῦτο δέ ἐστι τὸ φῶς καὶ πρὸς τούτῳ καὶ τοῖς ἄλλοις χρώμασιν τοῦ ὁρᾶσθαι παρέχει τὴν αἰτίαν. τὸ γὰρ ὁρᾶν τοῦ κατ᾿ ἐνέργειαν διαφανοῦς. τούτου γὰρ κινητικὰ τὰ χρώματα. τὰ δὲ στερεὰ καὶ διωρισμένα τῶν σωμάτων καὶ γήϊνα ἢ γῆς ἔχοντα πλεῖον οὐκέτι μέν ἐστι δίοπτα. οὐδὲ γὰρ οὕτω διαφανῆ, οὐδὲ τὸ φῶς ἔτι ὡς χρῶμα οἰκεῖον ταῦτα δέχεται. οἰκεῖον δὲ ἕκαστον αὐτῶν ἔχει χρῶμα καὶ κατὰ τοῦτό ἐστιν ὁρατόν, καθόσον καὶ τῆς διαφανείας μετέχει τῆς ὑποκειμένης τοῖς χρώμασιν. κατὰ μὲν γὰρ τὴν τῆς γεώδους φύσεως μῖξιν ἐστέρηται τοῦ δίοπτα εἶναι. πρώτη γὰρ τῶν σωμάτων πέπονθεν τοῦτο. καθ᾿ ὅσον δὲ μετέχει τῆς διαφανείας, κατὰ τοσοῦτον καὶ οὕτω κέχρωσται. τὰ μὲν γὰρ μᾶλλον διαφανῆ φωτοειδὲς ἔχει τὸ χρῶμα, τὰ δὲ ἐγγὺς τούτοις λευκόν, καὶ δεῖ τὰ μᾶλλον ὁρατὸν ἔχοντα χρῶμα μᾶλλον ἔχειν καὶ διαφάνειαν.