Ancient Greek · ~8 min
23 to 33
Alexander of Aphrodisias, De anima libri mantissa 23-33
Not analysed yet
ὁ ἔχων δὲ τοῦτο τῶν ὑπ᾿ αὐτοῦ πραττομένων σκοπὸν πάντα ἂν τούτου χάριν πράττοι. οὕτως δὲ πάσας ἂν τὰς ἀρετὰς ἔχοι σκοπὸν τὸ καλὸν ἐν πᾶσιν οἷς πράττει ποιούμενος. ἔτι εἰ πᾶσα ἀρετή τινος ἀκρότης ἐστὶ τῆς φύσεως τῆς ἐκείνου, εἴη ἂν καὶ ἡ ἀνθρώπου ἀρετὴ ἀκρότης ἀνθρώπου φύσεώς τε καὶ ψυχῆς. ἔστι δὲ ἡ τοῦ ἀνθρώπου ψυχὴ λογικὴ μέν, οὐχ ἁπλῶς δέ, ἀλλ᾿ ἔχουσα δυνάμεις πλείους (τὴν μὲν γὰρ λογικὴν κυρίως, τὴν δὲ ὡς ὑπακούουσαν λόγῳ), καὶ ἀρετὴ εἴη ἂν αὐτοῦ ἡ καθ᾿ ἕκαστα τῶν τῆς λογικῆς ψυχῆς δυνάμεων ἀκρότης, ὥστε μία τις ἐξ αὐτῶν οὐδ᾿ ἂν ἀρετὴ εἴη ἀνθρώπου λαμβανομένη καθ᾿ αὐτήν. οὐ γὰρ τῷ χωρίζεσθαι καὶ καθ᾿ αὑτὰς ὑφίστασθαι δύνασθαι ἀρεταὶ πᾶσαι καθ᾿ ἑκάστην καλοῦνται, ἀλλὰ τῷ δυνάμεώς τε εἶναι ἄλλης καὶ περὶ ὕλην ἄλλην ἐνεργεῖν. ὅλον γάρ τι ἡ τέλειος ἀρετή, μέρη δὲ αὐτῆς ἀνδρεία σωφροσύνη δικαιοσύνη τῶν λοιπῶν ἑκάστη, οὐχ ἀπλῶς ἀρεταὶ οὖσαι, ἀλλὰ περὶ τάδε καὶ μετὰ προσθήκης· ἁπλῶς γὰρ ἡ ὅλη. ὡς οὖν ἐπὶ τῶν ἄλλων μερῶν ἐν τῷ ὅλῳ τὰ μέρη λαμβανόμενα τότε ἐστὶ μέρη, ὅταν ᾖ συμπληροῦντα τὸ ὅλον, χωρισθέντα δὲ καὶ καθ᾿ αὑτὰ γενόμενα οὐκέτι μέρη. εἰ μὴ ὁμωνύμως, οὕτως δὲ καὶ αἱ ὡς μέρη ἀρεταὶ ἐν μὲν τῇ ὅλῃ οὖσαι ἀρεταίεἰσιν, πλὴν ὁμωνύμως τὰς ἐπιτηδειότητας καὶ τὰς εὐφυΐας εἰώθαμεν ἀρετὰς λέγειν. ὡς γὰρ ὁ μίαν πρᾶξιν πράξας δικαίως οὐκ ἔστιν δίκαιος, εἰ μὴ ὅμοιος ἐν πάσαις εἴη, οὕτως οὐδὲ τὸν καλοῦ τινος χάριν πράσσοντά τινα περὶ μίαν ὕλην ἀρετήν τις ἂν ἔχειν λέγοι, εἰ μὴ πανταχοῦ καὶ ἐν πᾶσιν ὁμοίως τὸ καλὸν διώκοι. ἔτι εἰ τοῦ μὲν λογιστικοῦ ἐστιν ἀρετὴ ἐπιστήμη καὶ γνῶσις τῶν ἀγαθῶν, τοῦ δὲ παθητικοῦ πρᾶξις τῶν ἀγαθῶν (οὔτε δὲ πράσσειν οἷόν τε τὰ ἀγαθὰ μὴ γνωρίζοντα αὐτὰ καὶ εἰδότα, οὔτε γνῶναι τἀγαθὰ οἷόν τε ὅτι ἐστὶν ἀγαθὰ μὴ αἱρούμενον αὐτὰ καὶ πρόσκλισιν ἔχοντα πρὸς αὐτά·