Ancient Greek
34 to 45
Alexander of Aphrodisias, De anima libri mantissa 34-3-45
Not analysed yet
σημεῖον δὲ τούτου τὸ τὸν αἱρούμενόν τινα ταῦτα καὶ ἀγαθὰ εἶναι προειληφέναι), οὔτε τὴν τοῦ λογιστικοῦ χωρὶς τοῦ παθητικοῦ οἷόν τε ἀρετὴν ἔχειν οὔτε τούτων τινὰ χωρὶς ἐκείνης τε καὶ ἀλλήλων. ἔτι εἰ τῷ μὲν εἰδέναι τὰ ἀγαθὰ ὅτι ἀγαθὰ τὸ καὶ αἱρεῖσθαι ἕπεται (διὰ τοῦτο γὰρ τὸν ἀκρατῆ οὐδὲ κυρίως καὶ ἀπλῶς εἰδέναι φαμὲν) καὶ ἔστι τὸ μὲν εἰδέναι τῆς φρονήσεως, τὸ δὲ αἱρεῖσθαι τῶν ἠθικῶν ἀρετῶν, ἕποιντ᾿ ἂν τῇ φρονήσει αἱ ἠθικαὶ ἀρεταί· ἀλλὰ καὶ ταύταις ἐκείνη, εἴ γε ἑκάστη αὐτῶν ἀρετή ἐστιν ἐν τῷ πράττειν κατὰ τὸν ὀρθὸν λόγον τουτέστιν κατὰ φρόνησιν. ἀλλὰ καὶ ἀλλήλαις αἱ ἠθικαί, εἴ γε ὁ μίαν τούτων ἔχων ἔχει καὶ φρόνησιν καὶ τὰς ἠθικάς. ἔτι εἰ πᾶσα κατὰ ἀρετὴν πρᾶξις ἐκ τοῦ τόν τε σκοπὸν τοιοῦτον ἔχειν καὶ οὕτω πως πράττεσθαι σύγκειται, καὶ ἔστιν τὸ μὲν τὸν σκοπὸν ὑγιῆ θέσθαι τῆς ἠθικῆς ἀρετῆς, τὸ δὲ γνωρίζειν τὰ συντείνοντα πρὸς τοῦτον τῆς φρονήσεως, πῶς ἂν εἴη κεχωρισμένη; ἔτι εἰ ἀδύνατον φρόνησιν ἔχειν τὸν μὴ περὶ πάντα φρόνιμον, ὁ τὴν φρόνησιν ἔχων εἴη ἂν πάντων τῶν πρακτέων γνωριστικός. ἀδύνατον δὲ ἐν οἷς μὴ ὁ προσήκων πρόκειται σκοπός, τὴν τὰ πρὸς τοῦτο συντείνοντα γνωρίζειν δυναμένην δύναμιν φρόνησιν εἶναι· οὐκέτι γὰρ ὧν χρὴ πράττειν ὁ φρόνιμος ἔσται κριτικός τε καὶ γνωριστικός· ἀλλὰ μὴν ἐν πᾶσιν ὧν χρὴ πράττειν γνωριστικός τε καὶ κριτικὸς καὶ πρακτικὸς ὁ φρόνιμος. ἐν πᾶσιν ἄρα ἕξει τοῖς πρακτοῖς ὑγιᾶ τὸν προκείμενον σκοπόν. οὕτω δὲ καὶ πᾶσαν ἀρετὴν ἔχει, εἴ γε τῶν μὲν ἠθικῶν ἀρετῶν τὸ τέλος καὶ τὸν σκοπὸν τὸν ἄριστον τῶν πρακτέων ὁρίζειν, ὁ δὲ φρόνιμος ἐν πᾶσιν ἔχει τοῖς πρακτοῖς τὸν ἄριστον σκοπὸν ὡρισμένον. δεινοῦ μὲν γὰρ τὸ πρὸς πάντα σκοπὸν τὰ συντείνοντα συνορᾶν, φρονίμου δὲ τὰ πρὸς τὸν ἄριστον.