Ancient Greek · ~7 min
29 to 44
Alexander of Aphrodisias, De anima libri mantissa 29-2-44
Not analysed yet
τοῦ γὰρ χρόνου, ἐν ᾧ τις ὁρᾷ, τούτου ἐν ᾡ τινιοῦν μορίῳ καὶ τῷ τυχόντι τοῦτο ὁρᾷ. ἃ δὲ μὴ δεῖται χρόνου πρὸς τὸ συμπληρωθῆναί τε καὶ τελειωθῆναι, ταῦτα ἀχρόνως γίνεται. οὐ γὰρ τὸ εἶναι, ἀλλὰ τὸ δεῖσθαι χρονικοῦ διαστήματος πρὸς τὸ τελειωθῆναί τε καὶ γενέσθαι ὅλον οὕτως οὐδὲ τὸ ἥδεσθαι ἐν χρόνῳ γίνεται. τῶν δὲ διαφανῶν τὰ μέν ἐστιν ἐνεργείᾳ διαφανῆ, τὰ δὲ δυνάμει. ἐνεργείᾳ μὲν ἀεὶ τὸ ἐν τοῖς θείοις καὶ αἰδίοις διαφανές· ἀνεπίδεκτα γὰρ τὰ ἀίδια τοῦ δυνάμει. δυνάμει δέ ἐστι διαφανὲς τὸ ἐν τοῖς ἐν γενέσει. τοῦτο γάρ, ὥσπερ οὖν καὶ τὰ ἄλλα τὰ ἐν γενέσει, ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ πρόεισιν, καὶ ἔστιν ὁ ἀὴρ καὶ ὅσα παῤ ἡμῖν διαφανῆ πρὸ τῆς παρουσίας τοῦ φωτίζειν πεφυκότος ὕλη τοῦ κατ᾿ ἐνέργειαν διαφανοῦς τουτέστιν τοῦ φωτός, ἡ δὲ τοῦ φωτίζοντος παρουσία διαφανές τε αὐτὸ ποιεῖ καὶ χρώννυσιν τρόπον τινά. τὸ γὰρ φῶς οἷον χρῶμα τοῦ διαφανοῦς ἐστιν. ἔστι δὲ διαφανὲς οὔτε ὁ ἀὴρ καθὸ ἀὴρ οὔτε τὸ ὕδωρ καθὸ ὕδωρ. ἔστι γὰρ πλείω σώματα διαφέροντα κατ᾿ εἶδος ἀλλήλων κοινόν τι τὸ τῆς διαφανείας πάθος ἔχοντα. καὶ γὰρ τὸ ἀίδιον σῶμα καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ, καὶ αἱ ὕελοι δὲ καὶ λίθοι τινὲς ταύτης κεκοινωνήκασιν τῆς φύσεως. τὸ μὲν οὖν ἀίδιον σῶμα ἀεὶ κατ᾿ ἐνέργειάν ἐστι διαφανές, ὥσπερ εἴρηται, τὰ δ᾿ ἄλλα ποτὲ μὲν δυνάμει, ποτὲ δὲ ἐντελεχείᾳ, καὶ ἡ μὲν τοιαύτη φύσις δεκτικὴ φωτός. ὅσα δὲ μὴ κεκοινώνηκεν τῆς τοιᾶσδε φύσεως, ἀνεπίδεκτα τούτου. διὰ τοῦτο οὔτε διὰ τοίχου τὸ φῶς οὔτε διά τινος ἄλλου τῶν μὴ διαφανῶν χωρεῖ, ὅτι μόνη ἡ τοῦ διαφανοῦς φύσις πέφυκεν ταυτὶ πάσχειν. τρόπον τινά, καθάπερ εἰρήκαμεν, ὡς οἰκεῖον χρῶμα τὸ φῶς δεχομένη.