Ancient Greek · ~7 min
45 to 55
Alexander of Aphrodisias, De anima libri mantissa 45-2-55
Not analysed yet
χρωματίζεται δὲ ταῦτα καὶ φωτίζεται οὐ σώματός τινος χωροῦντος δι᾿ αὐτῶν, ἀλλ᾿ οὐδ᾿ αὐτὰ κατὰ τὴν ἐν αὐτοῖς μεταβολὴν ἀλλοιωθέντα δέχεται τὸ φῶς, παρουσία δὲ πυρὸς ἢ τοιούτου τινὸς ἐν διαφανεῖ ἡ αἰτία γε αὐτοῦ. οὐ γὰρ πυρὸς παρουσία μόνον φωτίζει τὸ διαφανές, ἀλλ᾿ ἔστιν καὶ τὸ αἰθέριον σῶμα τοιοῦτον καὶ ἄλλα τινὰ μόρια ζῴων θαλαττίων τε καὶ χερσαίων καὶ πτηνῶν καὶ λίθων τινῶν γένη, ἃ πάντα, τοιαῦτά ἐστιν, οὐ ῥᾴδιον ἑνὶ περιλαβεῖν ὀνόματι. διὸ ῥητέον τὸ φῶς πυρὸς ἢ τοιούτου τινὸς παρουσίαν ἐν τῷ διαφανεῖ εἶναι. ἔτι εἰ τὸ σκότος, στέρησις ὂν φωτός, ἀπουσία τούτων ἐστὶν ἢ γίνεταί γε τῇ τούτων ἀπουσίᾳ, εὔλογον καὶ τὸ φῶς τὴν τούτων λέγειν εἶναι παρουσίαν. ἢ γὰρ τοῦτ᾿ ἐστι τὸ φῶς καὶ τὸ σκότος, ἢ αἴτιά γε ταῦτα τούτων. οὐ γὰρ πᾶν ὑπὸ παντὸς πάσχειν τε καὶ διατίθεσθαι φύσιν ἔχει, ἀλλὰ ἄλλα ὑπ᾿ ἄλλων παθητικά, ὥσπερ οὖν καὶ τὸ διαφανὲς ὑπὸ τῶν προειρημένων. εἰ δέ ἐστιν ἐντελέχεια τοῦ διαφανοῦς τὸ φῶς, ἀσώματον ἂν εἴη. κοινότερον δὲ φῶς καὶ τὸ πεφωτισμένον λέγομεν, ὅπερ ἤδη σῶμα. δεδειγμένου δέ, ὅτι οὐκ ἔστι πάθος τὸ φῶς τοῦ διαφανοῦς (ἀλλ᾿ οὐδὲ τὸ χρῶμα πάθος οὐδ᾿ αὐτό, ἀλλὰ σχέσει τινὶ ἡ τούτων ἐν τῷ διαφανεῖ παρουσία), οὐκέτι γίνεται οὐδὲ τὸ θεῖον σῶμα παθητόν, εἰ δι᾿ αὐτοῦ τὰ ἄστρα ὁρᾶται. οὐ γὰρ πάσχει τὸ διαφανὲς ὑπὸ τῶν ὁρατῶν, ὥσπερ οὖν οὐδ᾿ ὑπὸ τοῦ φωτός· οὐδὲ γὰρ ἡμῖν παθεῖν ἐστι τὸ ἐν φωτὶ εἶναι, ἀλλ᾿ ἔοικεν τὸ φωτίζεσθαί τε καὶ τὸ χρώννυσθαι τοῖς διαφανέσιν παραπλησίως γίνεσθαι τῷ θεωρεῖν, ὃ ἅμα τε εὗρεν ὁ ζητῶν καὶ ἐπι- στήμων ἐστίν, οἷον θιγόντος τοῦ νοῦ καὶ διὰ παρουσίαν τοῦ ἐπιστητοῦ ἐπιστήμονος γενομένου.