Ancient Greek · ~7 min
30 to 48
Alexander of Aphrodisias, De anima libri mantissa 30-48
Not analysed yet
ψυχὴ ἄρα ἐστὶν ἡ κατὰ τὸ εἶδος οὐσία. τὸ δὲ εἶδος τελειότητά τε καὶ ἐντελέχειαν ὁ Ἀριστοτέλης λέγει. ὥστε εἰκότως καὶ ἡ ψυχὴ οὐσία οὖσα ἡ κατὰ τὸ εἶδος ἐντελέχεια καλεῖται παῤ αὐτοῦ. ἐπεὶ γὰρ τῶν ὄντων τὰ μὲν δυνάμει λέγεται εἶναι, τὰ δὲ ἐντελεχείᾳ, καὶ ἔστι τὰ ἐντελεχείᾳ εἶναι λεγόμενα τὰ ἤδη τὸ εἶδος, ὃ ἐδύνατο ἔχειν, ἔχοντα καὶ τὴν μορφήν, εἰκότως οὗ παρουσίᾳ τὸ δυνάμει τι ὂν εἰς τὸ ἐντελεχείᾳ γίνεται, ἐντελέχεια τοῦτο. τὸ δὲ δυνάμει· ζῷον, ὥσπερ τὸ σπέρμα, ἐντελεχείᾳ ζῷον γίνεται παρουσίᾳ ψυχῆς. //εἴη ἂν οὖν καὶ οὕτως δεικνύμενον, ὅτι ἡ ψυχή ἐστιν εἶδός τε καὶ ἐντελέχεια. ἔστι δὲ ἐντελέχεια ἡ μέν τις πρώτη, ἡ δὲ δευτέρα. αἱ μὲν γὰρ ἐπιστῆμαι καὶ τέχναι καὶ ὅλως αἱ ἕξεις ἐντελέχειαι πρῶται, αἱ δὲ κατ᾿ αὐτὰς καὶ ἀπ᾿ αὐτῶν ἐνέργειαι ἐντελέχειαι δεύτεραι. ὁ γὰρ μουσικὸς ἐντελεχείᾳ μέν ἐστι τοιοῦτος (ἔχει γὰρ τὴν μουσικήν), ἀλλ᾿ ἔστιν κατὰ τὴν πρώτην ἐντελέχειαν οὗτος ἐντελεχείᾳ λεγόμενος μουσικός, ἤδη δὲ καὶ ὁ ἐνεργῶν κατὰ τὴν μουσικήν, ὃς καὶ τὴν δευτέραν ἐντελέχειαν ἤδη προσείληφεν. οὔσης τοίνυν διττῆς τῆς ἐντελεχείας ἡ ψυχὴ ἐντελέχειά ἐστιν ὡς ἡ ἕξις. οὐδὲν γὰρ ἧττον ἔχει ψυχὴν καὶ ὁ μὴ ἐνεργῶν κατ᾿ αὐτήν, ὡς ὁ κοιμώμενος. οὐ γὰρ ἐνεργῶν τότε κατ᾿ αἴσθησιν ὅμως τὴν αἰσθητικὴν ἔχει ψυχήν. ἐντελέχεια οὖν ἐστιν ἡ ψυχὴ πρώτη. ///ἐπεὶ δὲ πᾶν εἶδος καὶ πᾶσα ἐντελέχειά τινός ἐστι, δῆλον ὅτι ἀκόλουθόν ἐστι ἐπισκέψασθαι, τίνος. τὸ μὲν οὖν εἶναι σώματος σχεδὸν ἤδη δέδεικται. ὄντος γὰρ τοῦ ζῴου οὐσίας συνθέτου ἐξ ὑποκειμένου τε καὶ εἴδους, τὸ μὲν ὑποκείμενον ἦν σῶμα ἐν αὐτῷ, ἐντελέχεια δὲ ἡ ψυχή. ἀλλ᾿ ἐπεὶ τῶν σωμάτων τὰ μέν ἐστι τεχνικά, τὰ δὲ φυσικά, ποδαποῦ τινος σώματός ἐστιν ἐντελέχεια ἡ ψυχή; οὐ γὰρ δὴ ἐν παντί γε σώματι οἵα τε ψυχὴ γενέσθαι.