Ancient Greek · ~3 min
49 to 52
Alexander of Aphrodisias, De anima libri mantissa 49-52
Not analysed yet
τεχνικοῦ μὲν οὖν οὐδενός· ἦν γὰρ ἂν καὶ αὐτὴ τεχνικὸν εἶδος ὡς τὸ τοῦ ἀνδριάντος, καὶ ἦν ἂν τὰ ζῷα ὑπὸ τέχνης γινόμενα, ὥσπερ τὰ ἀγάλματα, οὕτως δ᾿ οὐκ ἂν εἴη οὐδὲ οὐσία. τὸ γὰρ τεχνικὸν εἶδος οὐκ οὐσία. φυσικοῦ τοίνυν σώματος ἐντελέχεια ἡ ψυχή (ἔστι δὲ σῶμα φυσικὸν τὸ ἀρχὴν ἔχον κινήσεως ἐν αὑτῷ), καὶ γὰρ καὶ τὸ ζῷον φύσει, οὗ μόριον ἡ ψυχή. ἀλλ᾿ ἐπεὶ καὶ τῶν φυσικῶν σωμάτων εἰσὶν διαφοραί (τὰ μὲν γάρ ἐστιν αὐτῶν ἁπλᾶ, τὰ δὲ σύνθετα, καὶ οὐδενὸς τῶν ἁπλῶν σωμάτων ἐντελέχειά ἐστιν ἡ ψυχή· οὔτε γὰρ τὸ τοῦ πυρὸς ούτε τὸ τοῦ ἀέρος οὔτε τὸ τοῦ ὕδατος, ἀλλ᾿ οὐδὲ τὸ τῆς γῆς εἶδός ἐστι ψυχή, ἐπεὶ μηδὲ ζῷόν τι τούτων) ποδαπόν τι σῶμα τὸ τοῦ ζῴου οὗ ἐστιν ἐντελέχεια ἡ ψυχή;