Ancient Greek · ~7 min
31 to 47
Alexander of Aphrodisias, De anima libri mantissa 31-47
Not analysed yet
εὔλογον γὰρ καὶ ὅταν ᾖ ἀφώτιστος ὁ πρὸς τῇ κόρῃ, ὁ δὲ πεφωτισμένος πρὸς τῷ ὁρωμένῳ, ἐκλύεσθαι πάλιν τὸν τόνον τὸν ἀπὸ τῆς ὄψεως ἰόντα πρῶτον διὰ τοῦ ἀφωτίστου ὄντος δυσκινήτου, ἐκλυθέντα δὲ μηκέθ᾿ οἶόν τε εἶναι συνεντείνειν τὸν πεφωτισμένον τὰ πρὸς τῷ ὁρωμένῳ. οὐδὲν γὰρ μᾶλλον ἔδει τὰ ἐν τῷ φωτὶ ὑπὸ τῶν ἐν τῷ σκότῳ ὁρᾶσθαι ἢ τὸ ἔμπαλιν. ἔτι ἔστιν, ὅτε δύο οἰκημάτων καταντικρὺ ὄντων καὶ φῶς ἐχόντων, τοῦ δὲ μεταξὺ τῶν οἰκημάτων ἀέρος σκότος ἔχοντος, οὐδὲν ἧττον ἀλλήλους ὁρῶσιν ἐκ τῶν οἰκημάτων, καίτοι τοῦ μεταξὺ μὴ συνεντεινομένου ἀέρος. πῶς οἷόν τε τοῦτο συμβαίνειν; ἔτι τὰ ἄστρα αὐτὰ διὰ τί ἡμέρας μὲν οὐχ ὁρῶμεν, νύκτωρ δὲ ὁρῶμεν; φαινόμεθα γὰρ ἐνταῦθα τὸν ζοφερὸν μὲν ἀέρα καὶ συνεστῶτα δυνατοὶ ὄντες ἐντείνειν μέχρι τῶν ἄστρων, τὸν δὲ διακρινόμενον καὶ ἀλεεινότερον καὶ διὰ τοῦτο μᾶλλον ἰσχὺν ἔχχοντα, ὥς φασιν, μήτε ἐντεῖναι μήτε ἐπερεῖσαι δυνάμενοι μέχρι τοσούτου, ἀλλὰ μέχρι πολλῷ ἐλάττονος. ἀλλὰ καὶ τῆς σελήνης ὑπελθούσης τὸν ἥλιον καὶ ἔκλειψιν παντελῆ αὐτοῦ ποιησάσης δυνατοὶ γινόμεθα συστάντα καὶ ζοφωθέντα τὸν ἀέρα ἐντείνειν ἕως τῶν ἄστρων πρὸ τοῦ μὴ δυνάμενοι. ἀλλὰ καὶ ἐν ὕλῃ συσκίῳ ὄντες ἢ ἐν βαθεῖ φρέατι τὸ αὐτὸ ποιοῦμεν. φαίνεται γὰρ ἀπὸ τῶν τοιούτων τόπων ἡμῖν ἄστρα καὶ μεθ᾿ ἡμέραν. ἔτι ὅταν ὁρῶμεν τὰ ἐν τῷ ὑγρῷ, καὶ τὸ ὕδωρ τῷ ἀέρι συνεντείνεται ἢ οὔ; εἰ μὲν γὰρ μὴ συνεντείνεται, οὐχ οὕτως τὸ ὁρᾶν. ὁρᾶται γὰρ καὶ τὰ ἐν τῷ ὕδατι. εἰ δὲ συνεντείνεται καὶ τὸ ὕδωρ, πολὺ εὐλογώτερον τὸν ζοφερὸν ἀέρα. πυκνότερον γὰρ τὸ ὕδωρ μακρῷ τούτου. εἰ δέ, ὅτι μανός, ὁ ζοφερὸς οὐ συνεντείνεται, πολλῷ μᾶλλον τοῦ ὕδατος ὁ πεφωτισμένος μανὸς ὢν οὐ συνεντείνεται. ἔτι ἐν αὐτῷ τῷ ὕδατι ὄντες ὁρῶμεν ἔσθ᾿ ὅτε τὰ ἐν βυθῷ, καίτοι μηδενὸς ἀέρος συνάπτοντος τῇ κόρῃ· ὥστε καὶ τοῦτο ψεῦδος τὸ λέγειν διὰ τῆς τοῦ μεταξὺ ἀέρος συνεντάσεως τὸ ὁρᾶν γίνεσθαι.