Ancient Greek · ~7 min
20 to 30
Alexander of Aphrodisias, De anima libri mantissa 20-30
Not analysed yet
καθὸ μὲν τὸ πᾶν εἰς τὸ ἄνω, οὗ μέρος τοῦτο, ἄνω, καθὸ δὲ ἀπὸ τοῦ μέσου τοῦ ἐν ᾧ ἐστιν ἐπὶ τὰ πέρατα κινεῖται τὰ κατωτέρω τοῦ μέσου, εἰς τὸ κάτω κινήσεται δηλονότι. ὥστε ἅμα ἄνω καὶ κάτω τὸ αὐτό. εἰ δὲ ἀπὸ τῶν περάτων ἐπὶ τὸ μέσον, ταὐτὸν συμβήσεται περὶ τὰ τῶν ἀνωτέρω τοῦ μέσου μερῶν αὐτοῦ διεληλυθότος τοῦ πνεύματος. ἀλλὰ εἰ καὶ δοθείη διὰ τῆς τοῦ μεταξὺ ἀέρος ἐπερείσεως τὸ ὁρᾶν γίνεσθαι, ὅπως δηλοῦν ἐχρῆν μᾶλλον σκληρότητος καὶ μαλακότητος καὶ τραχύτητος καὶ λειότητος καὶ ὑγρότητος καὶ ξηρότητος ἀντίληψιν οὕτως ἢ χρώματος γίνεσθαι. τούτων γάρ τι καὶ διὰ βακτηρίας δυνάμεθα γινώσκειν, ἀλλ᾿ οὐχὶ χρώματα οὐδὲ σχήματα ἢ ποσὸν ἤ τι τῷ μεγέθει, ἅπερ ἐστὶ τὰ ὁρώμενα. τὰ γὰρ χρώματα καὶ τὰ σχήματα καὶ τὰ μεγέθη ἐστίν, ὧν ἡ ἀντίληψις διὰ τῆς ὄψεως. ὅλως δὲ ἔσται ἁφή τις ἡ ὄψις. ἀφῇ δὲ τὰ ἁπτὰ ὑπόπτωτα, ὥστ᾿ ἤτοι τὰ σώματα, καθὸ σώματά ἐστιν, ὁρατὰ ἔσται, ἢ τά γε πάθη τὰ κατὰ συμβεβηκός. ἔτι διὰ τί ἐκ μὲν φωτὸς τὰ ἐν σκότῳ ὄντα οὐχ ὁρᾶται, ἐκ δὲ σκότους τὰ ἐν τῷ φωτί; τὸ γὰρ λέγειν τὸν μὲν πεφωτισμένον ἀέρα τῷ διακεκρίσθαι μᾶλλον ἔχειν ἰσχὺν καὶ δύνασθαι τῇ ἐπερείσει τὴν αἴσθησιν κινεῖν, τὸν δὲ ἀφώτιστον τῷ μὴ κεχαλᾶσθαι μὴ δύνασθαι ὑπὸ τῆς ὄψεως συνεντείνεσθαι, καίτοι πυκνότερον ὄντα τοῦ πεφωτισμένου, πῶς πιθανόν; τοὐναντίον γὰρ εὔλογον τὸν πυκνότερον ῥᾷον συνεντείνεσθαι, ἄλλως τε καὶ τοῦτο πεφυκότα πάσχειν, ὁπότε ἐκ σκοτεινοῦ τὰ ἐν φωτὶ θεῷτο. εἰ δὲ μὴ ὁ συνάπτων τῇ κόρῃ ἀφώτιστος ἂν ἐντείνεσθαι πέφυκεν, ἀλλὰ μόνον ὁ πεφωτισμένος, τί διαφέρει ἐντεῦθεν ἢ ἐντεῦθεν εἶναι τὸ κεχαλασμένον τοῦ ἀέρος, λέγω δὲ πρὸς τοῦ δρωμένου ἢ πρὸς τοῦ ὁρῶντος;