Ancient Greek · ~4 min
34 to 43
Alexander of Aphrodisias, De anima libri mantissa 34-43
Not analysed yet
καὶ πῶς τοῦτον ἡ κόρη δέχεται, προσέτι τε πολλάκις τοσοῦτον δέξεται; οὐ γὰρ ἑνὸς εἰδώλου ἐμπτώσει τὸ ὁρᾶν· ἕκαστον οὖν τῶν ἐμπιπτόντων τοσοῦτον ἀέρα προπέμψει αὐτοῦ εἰς τὴν κόρην, εἰ μὴ ἄρα τὰ φερόμενα εἴδωλα ἀπὸ τοῦ ὁρωμένου οὐχ ὅτε τις βλέπει τότε φέρεται, ἀλλὰ παρακείμενα τῷ ὀφθαλμῷ· οὐ γὰρ δή, ὅτε ὁρᾶ ὀφθαλμός, τότε ἀπορρεῖ τὰ εἴδωλα. πῶς οὖν τὰ παρακείμενα ἔτι προώσει τὸν μεταξὺ ἀέρα; ἔτι εἰ ὑπὸ τῶν ἀνέμων μὴ σκίδναται τὰ εἴδωλα διὰ τὸ ὑποκάτω καὶ λεπτότερα καὶ ἀραιότερα τὴν φύσιν εἶναι τοῦ φερομένου ἀέρος ὑπὸ τῶν ἀνέμων. πῶς ἅμα τὸν ἀέρα τοῦτον οἷόν τε ἔσται προωθεῖν; ἔτι εἰ ἄχροά ἐστι τὰ εἴδωλα καὶ τοιαῦτα αὐτὰ δέχεται ἡ ὄψις, πῶς χρωμάτων ἀντιλαμβάνεται; πῶς δὲ τῶν σχημάτων κατ᾿ ἐλάχιστον αὐτὰ δεχομένη; ὥστε οὔτε χρωμάτων οὔτε σχημάτων ἂν γίνοιτο ἡ ὄψις, εἴ τις ἀκριβῶς ἐξετάζοι καὶ μὴ πάντα αἰτουμένοις αὐτοῖς διδοίη· τίνος οὖν ἔτι ἡ ὄψις ἔσται;