Ancient Greek · ~7 min
19 to 33
Alexander of Aphrodisias, De anima libri mantissa 19-33
Not analysed yet
πῶς δὲ καὶ ἀπὸ τῶν λείων τοίχων ὡς ἐσχηματισμένα λαμβάνει τὰ εἴδωλα οὐκ ἐχόντων ἐξοχὰς καὶ εἰσοχάς; πῶς δὲ ἀπὸ τῶν κατόπτρων ὑδάτων ἐμφαινομένων ἐκείνοις τὰ σχήματα λείων ὄντων; πῶς δὲ εἰδώλου ὄντος τοῦ ἐν τῷ κατόπτρῳ εἴδωλα πάλιν ἀπορρεῖ τοσαῦτα, καὶ διὰ τί τὰ ἐν τοῖς κατόπτροις εἴδωλα παχύτερα, ὡς τοσαύτην ἀπ᾿ αὐτῶν ἀπορροὴν γίνεσθαι; διὰ τί δὲ καὶ μένει ταῦτα καὶ οὐ κινεῖται; διὰ τί δὲ καὶ μένοντα οὐχὶ καὶ ἀπελθόντος τοῦ ὁρῶντος αὐτὰ κἂν ἐπ᾿ ὀλίγον μένει; διὰ τί δὲ οὐκ ἐπὶ τῆς ἐπιφανείας τῶν κατόπτρων τὰ εἴδωλα, ἀλλὰ ἐν βάθει; πῶς δὲ οὐχὶ καί, εἰ οὕτως ἐστὶν εὐπαθῆ καὶ εὐκίνητα, ἀνέμου πνέοντος οὐ παρασύρονται τῷ ἀέρι ἐν εἰσιν; τὸ γὰρ λέγειν διεκπίπτειν δι᾿ αὐτῶν τὰ ἄλλα φερόμενα οὐ σωζόντων ἐστὶ τὴν συνέχειαν τοῦ εἰδώλου, προσέτι δὲ καὶ στερεότητά τινα καὶ ἀντιτυπίαν καταλιπόντων. οὕτως γὰρ αὐτὰ μένοι, διεκπίπτοι δὲ διὰ τῶν κενῶν τὰ φερόμενα. εἰ δέ ἐστιν εὔκολος αὐτῶν ἡ κίνησις ἐκ φλοιωδῶν καὶ ὑμενωδῶν, ὥς φασιν, καὶ πᾶσα ῥοπὴ ἱκανὴ παρασῦραι αὐτά, ἔδει μὴ ὁρᾶν τοὺς κατὰ τὸν ἄνεμον βλέποντας. ἔτι εἰ τὰ εἴδωλά ἐστιν αὐτὰ τὰ ἐμπίπτοντα καὶ ὁρώμενα, διὰ τί τὰ ὁρώμενα πόρρω ὄντα φαίνεται; τὸ γὰρ μυωπίζεσθαι λέγειν ⟨τὴν ὄψιν⟩ ὑπὸ τῶν εἰδώλων οὐ τῶν εἰδώλων ἐστὶ τὸ ὁρᾶν ποιεῖν, ἀλλὰ ἄλλον τινὰ χρὴ τρόπον ζητεῖν αὐτούς, δι᾿ οὗ μυωπισθεῖσα ἡ ὄψις τὸ ὁρατὸν ὄψεται κἀκείνῳ προσβαλεῖ· πῶς γὰρ ὁρατὸν ἔτι τὸ εἴδωλον γίνεται, εἴ γε μόνον πρὸς τὸ παρασκευάσαι τὴν ὄψιν αὐτὴν καὶ διεγεῖραι τὸ εἴδωλον χρήσιμόν ἐστιν; τὸ δὲ λέγειν τῷ ποσῷ τοῦ ἀέρος τοῦ μεταξὺ τοῦ τε ὁρωμένου, ἀφ᾿ οὗ τὰ εἴδωλα, καὶ τοῦ ὀφθαλμοῦ τὴν ἀντίληψιν γίνεσθαι τοῦ διαστήματος (τοῦτο γὰρ ὑπὸ τοῦ εἰδώλου προωθούμενον προεμπίπτειν τῇ κόρῃ πρὸ τοῦ εἰδώλου) ἀτοπίαν οὐδεμίαν ὑπερβάλλει. πῶς γὰρ τὸ εἴδωλον δύναται τὸν πρὸ αὐτοῦ προωθεῖν ἀέρα, ὂν οὕτως εὐπαθές;