Ancient Greek
Ὅτι οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν.
Alexander of Aphrodisias, De anima libri mantissa 34-4
Not analysed yet
ἔτι διττῆς οὔσης τῆς ἐνεργείας καθ᾿ ἑκάστην τέχνην, τῆς μὲν ἐν προηγουμένοις, ὡς τῷ αὐλητῇ, εἰ ὑγιαίνοι τε τῷ σώματι καὶ αὐλούς, οἵους βούλεται ἔχοι καὶ μηδὲν ἔξωθεν αὐτὸν ἐνοχλοῖ, τῆς δὲ ἐν ἀβουλήτοις καὶ ἐναντίοις τῶν προειρημένων, ὥσπερ ταῖς ἄλλαις τέχναις τὸ τέλος ἐν ταῖς περὶ τὰ βουλητὰ καὶ ἐν προηγουμέναις ἐνεργείαις, οὕτως καὶ ἐπὶ τῆς ἀρετῆς, εἴ γε καὶ αὕτη τέχνη.