Ancient Greek · ~7 min
35 to 43
Alexander of Aphrodisias, De anima libri mantissa 35-43
Not analysed yet
ἔτι εἰ μηδεμία τέχνη αὐτάρκης πρὸς τὴν οἰκείαν ἐνέργειαν τῷ δεῖσθαι δι᾿ ὧν τε ἐνεργήσει καὶ περὶ ἅ, τέχνη δὲ καὶ ἡ ἀρετή, οὐδ᾿ ἂν αὐτὴ αὐτάρκης εἴη πρὸς τὴν κατ᾿ αὐτὴν ἐνέργειαν. ἔτι εἰ ἡ ἀρετὴ περὶ τὴν ἐκλογὴν τῶν κατὰ φύσιν, μὴ οἷόν τε δὲ ἐκλογήν τινων ποιεῖσθαι καὶ κρίσιν μὴ πρότερον φαντασίαν περὶ αὐτῶν λαβόντα, ταύτην δὲ οὐχ οἷόν τε μὴ αἰσθανομένῳ ὑπάρξαι καὶ αἰσθανομένῳ ὑγιῶς, δεῖ μὲν αἰσθήσεως ὑγιαινούσης πρὸς τὴν καὶ περὶ ταῦτα ἐνέργειαν αὐτῇ, οὐκ ἔστιν δὲ ταύτης κυρία, οὐδ᾿ ἂν τῆς ἐνεργείας εἴη κυρία. ὡς γὰρ μὴ ὄντων τῶν ὑποκειμένων οὐχ οἵα τε ἦν ἐνεργεῖν, ὧν οὐκ ἦν αὐτὴ κυρία, οὕτως καὶ ὑποκειμένων μέν, μὴ προηγησαμένης δὲ φαντασίας ὁρμὴν ἀδύνατον γενέσθαι, φαντασία δὲ αἰσθήσεώς πως ἐχούσης, ἂν μὴ διαψεύδωνται αὐτὸν αἱ φαντασίαι. εἰ δὲ μήτε πρὸς τὴν ὑπόστασιν τῶν περὶ ἃ ἡ ἐνέργεια, μήτε πρὸς φαντασίαν καὶ αἴσθησιν ἡ ἀρετὴ αὐτάρκης, ὧν χωρὶς οὐκ ἐνεργεῖ, οὐδ᾿ ἂν πρὸς τὴν ἐνέργειαν αὐτάρκης εἴη τὴν ἑαυτῆς. ἔτι εἰ οἷόν τε τὴν ἀρετὴν ἔχοντα καὶ ἐν ληθάργῳ καὶ ἐν μελαγχολίᾳ καὶ ἐν σκοτώσει καὶ ἐν παρακοπῇ γενέσθαι, ἐν οἷς ὄντα ἀδύνατον κατ᾿ ἀρετὴν ἐνεργεῖν, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς τὰς οἰκείας ἐνεργείας. πῶς γὰρ οἷόν τε λέγειν τὸν παρακόπτοντα καὶ δεσμῶν δεόμενον διὰ τοῦτο καὶ τῆς ἐκ τῶν φίλων βοηθείας φρονίμως ἐνεργεῖν τότε μὴ βουλομένους θέσιν φυλάττειν; ἔτι εἰ ἡ ἀρετὴ τὰ μὲν διωθεῖ καὶ ἐκκλίνει τῶν ἀδιαφόρων κατὰ τούτους, τὰ δὲ αἱρεῖται καὶ ἐκλέγεται, οὐκ αὐτάρκης ἂν εἴη πρὸς εὐδαιμονίαν. πῶς γὰρ εὐδαίμων ὁ ὢν ἐν τούτοις, ἃ ἡ ἀρετὴ διωθεῖται; ἢ γὰρ οὐκ εὖ ποιεῖ διωθουμένη αὐτά, ἢ οὐχ οἷόν τε εὐδαιμονεῖν παρόντων τούτων, ἃ ἦν διωθεῖσθαι τῆς ἀρετῆς ἔργον.