Ancient Greek · ~7 min
40 to 53
Alexander of Aphrodisias, De anima libri mantissa 40-53
Not analysed yet
οὔτε γὰρ ἡ αὐτὴ εὐωδία ἐν τῷ πρώτῳ ἀέρι συμμεταφέρεται τῷ μήλῳ, οὔτε ἐκ τοῦ μήλου ἀεὶ ἄλλη καὶ ἄλλη εὐωδία γεννᾶται. πῶς γὰρ οἷόν τε ἐξ ὀλίγου σώματος πολυπλάσιον προἱέναι μηδενὸς προσγινομένου αὐτῷ; ἔτι οὐδὲν σῶμα εἰς τὸ μὴ ὂν φθείρεται, αἱ δὲ ποιότητες εἰς τὸ μὴ ὂν φθείρονται. οὐκ ἄρα αἱ ποιότητες σώματα. οὐ γὰρ ἡ λευκότης μελανία ἐγένετο ὑπομείνασα. ἔτι εἰ ἡ ποιότης σῶμα, πᾶν δὲ σῶμα ἢ ὕλη ἢ ἐξ ὕλης καὶ ποιότητος, εἴη ἂν καὶ ἡ ποιότης τούτων τι. ὕλη μὲν οὖν ἀδύνατον. λείπεται ἄρα ἐξ ὕλης καὶ ποιότητος λέγειν τὴν ποιότητα. εἰ δὲ τοῦτο, πρῶτον μὲν ἡ ποιότης οὐ ποιότης, ἀλλὰ ὕλη καὶ ποιότης (ἕτερα γὰρ ἀλλήλων ταῦτα), ἔτι δὲ ἡ μετὰ τῆς ὕλης ποιότης καὶ αὐτὴ πάλιν ὕλη καὶ ποιότης εἴη ἄν, εἰ σῶμα, καὶ οὕτως ἐπ᾿ ἄπειρον, καὶ ἄπειροι ὗλαι εἶεν ἂν ἐν ἑκάστῃ ποιότητι. εἰ γὰρ ἡ ὕλη ποιότης, πᾶν ἐνεργείᾳ σῶμα ἂν εἴη ἂν οὐκ ἐξ ὕλης καὶ ποιότητος, ἀλλ᾿ ἐκ ποιότητος καὶ ποιόσῶμα τουτέστιν ἐξ ὕλης καὶ ὕλης, εἴ γε ταὐτὸν ἡ ὕλη καὶ ἡ ποιότης, καὶ οὐδὲν διοίσει ἡ ὕλη τοῦ κατ᾿ ἐνέργειαν σώματος. εἰ δὲ τοῦτο, ἄποιος δὲ ἡ ὕλη, ἄποιον ἂν εἴη καὶ τὸ κατ᾿ ἐνέργειαν σῶμα καὶ ἢ οὐδ᾿ ὅλως ἔσται ἡ ποιότης ἢ οὐδὲν ἄλλο σῶμα ἢ ποιότης. ἔτι εἰ σῶμα αἱ ποιότητες, καὶ τὸ φῶς ποιότης, καὶ ὡς δοκεῖ αὐτοῖς σῶμα, πῶς ἀπὸ τοῦ λύχνου οὕτως ὄντος μικροῦ σώματος τοσοῦτον ἀπέρχεται σῶμα, ὥστε ἐξισωθῆναι τῷ πέριξ ἀέρι τοσούτῳ ὄντι καὶ μετενεχθέντος πάλιν εἰς ἄλλον ἀέρα ἄλλο πάλιν ἄπεισιν τοσοῦτον; ἢ πῶς οὐκ αὔξεται ὁ ἀὴρ τοσούτου προσγινομένου σώματος αὐτῷ, ἢ πῶς διήκει δι᾿ αὐτοῦ μεστοῦ ὄντος καὶ κιρνᾶται αὐτῷ τὸ φῶς; ἤ, εἰ τοῦτο συμμεταφέρεται, πῶς ἥνωται τῷ λύχνῳ τὸ ἐκτὸς ὑπ᾿ αὐτοῦ γινόμενον φῶς;