Ancient Greek · ~7 min
25 to 39
Alexander of Aphrodisias, De anima libri mantissa 25-39
Not analysed yet
ἔτι εἰ ἡ ποιότης σῶμα, πᾶν δὲ σῶμα ἐνεργείᾳ ὃν ποιότητα ἔχει (ἡ γὰρ ὕλη δυνάμει σῶμα), ἕξει καὶ ἡ ποιότης ποιότητα, ὅπερ ἄτοπον. ἔτι, ἣν ἔχει ποιότητα, ἢ σῶμα ἢ οὐ σῶμα. εἰ μὲν οὖν οὐ σῶμα, οὐκέτι ποιότης σῶμα καὶ τίς ἡ ἀποκλήρωσις τοῦ τὴν μὲν πρὸ αὐτῆς ποιότητα σῶμα εἶναι, ταύτην δὲ μή; εἰ δὲ καὶ αὐτὴ σῶμα, ἕξει καὶ αὕτη ποιότητα, καὶ τοῦτο ἐπ᾿ ἄπειρον. ἔτι πολλὰ ἂν εἴη σώματα ἐν τῷ αὐτῷ. τοῦτο δ᾿ ὅτι ἀδύνατον ἐν ἄλλοις ἐδείξαμεν. ἔτι, εἰ αἱ ποιότητες σώματα, πῶς τῇ παρουσίᾳ αὐτῶν καὶ τῇ ἀπουσίᾳ οὐκ αὔξεται καὶ μειοῦται τὰ σώματα; εἰ δὲ λέγοιεν διὰ τὸ ἄλλας παραγίνεσθαι ἄλλων ἀπιουσῶν, ἄξιον ἀπορῆσαι, πῶς ἴσαι πᾶσαι αἱ παραγινόμεναι ταῖς ἀπιούσαις. ἔτι πόθεν ἔρχονται αἱ ἐρχόμεναι, ἢ ποῦ ἀπίασιν αἱ χωριζόμεναι; δεῖ γὰρ τόπον αὐτῶν εἶναι, εἰ σώματα. ἔτι ἐπὶ τῶν ὀσμὴν ἐχόντων πῶς συνεχῶς τῆς ὀσμῆς ἀπιούσης τὸ ἔχον αὐτήν, ἀφ᾿ οὗ ἄπεισιν, οὐ μειοῦται; οὐ γὰρ δὴ καὶ τότε ἀντείσεισιν ἄλλη ἔτι ⟨εἰ⟩ προσλαμβάνει τινὰ σώματα ποιότητας χωρὶς τοῦ ἀποβάλλειν ὧν ἔχουσίν τινας, ὡς ὁ ἀὴρ ὁ μὴ ἔχων ὀσμήν, τῶν ὀδωδότων τινὸς παρακομισθέντος δίοσμος γίνεται, καὶ ὁ ἀρετὴν ἢ κακίαν ἀναλαβών, μὴ πρότερον ὢν ἐν κακίᾳ, πῶς οὖν οὐκ αὔξονται; ἔτι εἰ ἡ ποιότης σῶμα, ἡ ἐν τῷ μήλῳ ἡ κατὰ τὴν ὀσμὴν ποιότης δῆλον ὡς δι᾿ ὅλου διήκει τοῦ σώματος τοῦ μήλου καὶ ἴσον αὐτῷ κατέχει τόπον. ἀλλὰ μὴν μετακομισθέντος τοῦ μήλου καὶ ὁ πέριξ ἀὴρ εὐωδίας ἀνεπλήσθη πολλαπλάσιος ὤν, ὥστε καὶ διὰ τούτου ἡ αὐτὴ ποιότης διῆλθεν καὶ ἴσον αὐτῷ κατέσχεν τόπον, κἂν πάλιν μετακομισθῇ τὸ μῆλον πάλιν ἄλλον ἀέρα ἀναπλήσει. πῶς οὖν τὸ ἴσον σῶμα μένον καὶ διῆκον καὶ διὰ τοῦ μήλου ἐκεῖνόν τε μένει κατέχον τὸν τόπον σὺν τῷ μήλῳ καὶ ἅμα πολλαπλάσιον ἄλλον καὶ ἄλλοτε ἄλλον;