Ancient Greek · ~7 min
42 to 59
Alexander of Aphrodisias, De anima libri mantissa 42-59
Not analysed yet
χωριστὸς δέ ἐστιν ἡμῶν τοιοῦτος ὢν εἰκότως, ἐπεὶ μὴ ἐν τῷ νοεῖσθαι αὐτῷ ὑφ᾿ ἡμῶν τὸ εἶναι νῷ γίνεται, ἀλλ᾿ ἔστιν τῇ αὑτοῦ φύσει τοιοῦτος, ἐνεργείᾳ νοῦς τε ὢν καὶ νοητός. τὸ δὲ τοιοῦτον εἶδος καὶ ἡ χωρὶς ὕλης οὐσία ἄφθαρτος. διὸ καὶ ποιητικὸς νοῦς, ὁ κατ᾿ ἐνέργειαν θύραθεν ὢν τὸ τοιοῦτον εἶδος, εἰκότως ἀθάνατος ὑπ᾿ Ἀριστοτέλους καλεῖται νοῦς. νοῦς μὲν γὰρ καὶ τῶν ἄλλων ἕκαστον τῶν νοουμένων εἰδῶν ὅταν νοῆται. ἀλλ᾿ οὐ θύραθεν οὐδ᾿ ἔξωθεν νοῦς ὤν, ἀλλ᾿ ὅτε νοεῖται γινόμενος. οὗτος δὲ νοῦς, ὢν καὶ πρὸ τοῦ νοεῖσθαι, εἰκότως ὅταν νοηθῇ, θύραθέν τέ ἐστι καὶ λέγεται. νοεῖν δὲ αὑτὸν ὁ ἐν ἕξει νοῦς καὶ ἐνεργῶν δύναται· οὐ καθὸ νοῦς ἐστιν, ἅμα γὰρ καὶ κατὰ ταὐτὸν αὐτῷ τὸ νοεῖν ἔσται καὶ νοεῖσθαι, ἀλλὰ καὶ ταύτῃ μέν, ὁ κατ᾿ ἐνέργειαν νοῦς ὁ αὐτός ἐστι τοῖς κατ᾿ ἐνέργειαν νοουμένοις. ἐκεῖνα δὴ νοῶν αὑτὸν νοεῖ, εἴ γε ταῦτα ἃ νοεῖ ἐν τῷ νοεῖσθαι νοῦς γίνεται. εἰ γὰρ τὰ νοούμενά ἐστιν ὁ κατ᾿ ἐνέργειαν νοῦς, ταῦτα δὲ νοεῖ, αὑτὸν νοῶν γίνεται. νοῶν μὲν γὰρ ὁ αὐτὸς γίνεται τοῖς νοουμένοις, μὴ νοῶν δὲ ἄλλος ἐστὶν αὐτῶν. οὕτως δὲ καὶ ἡ αἴσθησις αὑτῆς αἰσθάνεσθαι λέγοιτ᾿ ἂν αἰσθανομένη τούτων, ἃ ἐνεργείᾳ αὐτῇ ταὐτὰ γίνεται. ὡς γὰρ ἔφαμεν, καὶ ἡ κατ᾿ ἐνέργειαν αἴσθησις τὸ αἰσθητόν ἐστι. καὶ γὰρ ἡ αἴσθησις καὶ ὁ νοῦς τῇ τῶν εἰδῶν λήψει χωρὶς ὕλης τῶν οἰκείων αὐτοῖς ἀντιλαμβάνονται. ἔτι δὲ λέγοιτ᾿ ἂν αὑτὸν νοεῖν ὁ νοῦς οὐχ ἢ νοῦς ἐστιν, ἀλλ’ ᾗ καὶ αὐτὸς νοητός. ὡς γὰρ νοητοῦ ἀντιλήψεται, ὥσπερ καὶ τῶν ἄλλων ἑκάστου τῶν νοητῶν, οὐχ ὡς νοῦ. συμβέβηκε γὰρ τῷ νῷ εἶναι καὶ νοητῷ· ἐπεὶ γάρ ἐστι τῶν ὄντων τι καὶ αὐτός, καὶ οὐκ ἔστιν αἰσθητός, λείπεται νοητὸν αὐτὸν εἶναι.