Ancient Greek · ~7 min
60 to 78
Alexander of Aphrodisias, De anima libri mantissa 60-78
Not analysed yet
εἰ γὰρ ὡς νοῦς καὶ καθὸ νοῦς ἐστιν ἐνοεῖτο ὑφ᾿ αὑτοῦ, οὐδὲν ἂν ἄλλο, ὃ μὴ νοῦς ἦν, ἐνόει, ὥστε αὑτὸν ἂν ἐνόει μόνον. νοῶν δὲ τὰ νοητά, ἃ μή ἐστιν νοῦς πρὸ τοῦ νοεῖσθαι, καὶ αὑτὸν ὡς τοιοῦτον νοεῖ ὡς ἕν τι τῶν νοητῶν. γίνεται οὖν κατὰ συμβεβηκὸς αὑτὸν νοῶν ὁ νοῦς οὗτος ἀπὸ τοῦ ὑλικοῦ νοῦ προϊών. καὶ ὁ πρῶτος δὲ νοῦς καὶ ἐνεργείᾳ νοῦς αὑτὸν νοεῖ παραπλησίως καὶ διὰ τὴν αὐτὴν αἰτίαν. ἀλλ᾿ ἐκεῖνος πλέον τι παρὰ τοῦτον ἔχει. οὐδὲν γὰρ ἄλλο ἢ αὑτὸν νοεῖ. τῷ μὲν γὰρ εἶναι νοητὸς νοεῖται πρὸς αὑτοῦ, καὶ τῷ ἐνεργείᾳ καὶ φύσει τῇ αὑτοῦ νοητὸς εἶναι ἀεὶ νοούμενος ἔσται, δηλονότι ὑπὸ τοῦ 〈ἀεὶ〉 ἐνεργείᾳ νοοῦντος. ἀεὶ δὲ ἐνεργείᾳ νοῶν ἐστι νοῦς αὐτὸς μόνος· ἀεὶ ἄρα αὑτὸν νοήσει. μόνον δέ, καθόσον ἐστὶν ἁπλοῦς. ὁ γὰρ ἁπλοῦς νοῦς ἁπλοῦν τι νοεῖ, οὐδὲν δὲ ἄλλο ἁπλοῦν ἐστι νοητὸν πλὴν αὐτός. ἀμιγὴς γὰρ οὗτος καὶ ἄϋλος καὶ οὐδὲν ἔχων ἐν αὑτῷ δυνάμει. αὑτὸν ἄρα μόνον νοήσει. καθὸ μὲν ἄρα νοῦς ἐστιν, αὑτὸν ὡς νοητὸν νοήσει, καθὸ δὲ ἐνεργείᾳ καὶ νοῦς ἐστι καὶ νοητόν, αὑτὸν ἀεὶ νοήσει, καθὸ δὲ ἁπλοῦς μόνος, αὑτὸν μόνον νοήσει. αὐτός τε γὰρ μόνος ἁπλοῦς ὢν ἁπλοῦ τινος νοητικός ἐστιν καὶ μόνος ἁπλοῦς τῶν νοητῶν ἐστιν αὐτός. Ἤκουσα δὲ περὶ νοῦ τοῦ θύραθεν παρὰ Ἀριστοτέλους, ἃ διεσωσάμην. τὰ γὰρ κινήσαντα Ἀριστοτέλη εἰσαγαγεῖν τὸν θύραθεν νοῦν, ταῦτα ἐλέγετο εἶναι· ἥ τε ἀπὸ τῶν αἰσθητῶν ἀναλογία καὶ ἡ ἐπὶ τῶν γινομένων ἁπάντων. ὥσπερ γὰρ ἐπὶ πάντων τῶν γινομένων ἐστί τι τὸ πάσχον, ἔστι τι καὶ τὸ ποιοῦν καὶ τρίτον ἐκ τούτων τὸ γινόμενον (καὶ ἐπὶ τῶν αἰσθητῶν ὁμοίως·