Ancient Greek · ~7 min
5 to 19
Alexander of Aphrodisias, De anima libri mantissa 5-19
Not analysed yet
ἀλλὰ καὶ ἀναχωροῦντες εἰς τοὐπίσω οὐδὲν ἧττον ὁρῶμεν· καίτοι ἐπερείδοντας μὲν ὁρᾶν ἔδει, ὑποχωροῦντας δὲ μή. τίς γὰρ τότε ἡ ἐπέρεισις δι᾿ ἡμῶν αὐτῶν; ἢ ἐπέρεισιν φήσουσιν γίνεσθαι; ἀλλὰ καὶ τῆς ὄψεως ἀπὸ τοῦ ἡγεμονικοῦ γινομένης, εἰ καὶ ἐπὶ ταύτης τὰ τῆς τονικῆς κινήσεώς ἐστιν, ὥσπερ λέγεται πρὸς αὐτῶν, πῶς οὐ γίνονται διαλείψεις τινὲς τοῦ ὁρᾶν, ἅτε μὴ συνεχοῦς ἐπὶ τὰ πέρατα τῆς τάσεως γινομένης, δι᾿ αὐτὸ δὲ τοῦτο μηδὲ τῆς ἐπερείσεως; ὅπερ ἄν τις ἐπιζητήσειεν καὶ περὶ τῆς ἁφῆς, καθ᾿ ἣν ἁπτόμεθα τῶν ἑτέρων σωμάτων· οὐδὲ γὰρ ἐπὶ ταύτης διαλείψεις τῆς ἀντιλήψεως γίνονται, ἔδει δέ γε· τοιαύτη γὰρ ἡ τονικὴ κίνησις κατ᾿ αὐτούς. εἰ δὲ τὸ πνεῦμα τοῦτο δή, ὃ καλοῦσιν ὄψιν, μόνον κινεῖται τὴν προειρημένην κίνησιν, ἣν λέγουσι τονικήν, ἄλογον τὸ ἐπὶ μόνου τούτου λέγειν οὕτω, καίτοι γε οὔ φασιν. τὸ δὲ ὅλον ἀπορίας ἔχει πολλὰς ἡ περὶ τῆς τονικῆς κινήσεως δόξα. πρῶτον μὲν γὰρ ὁμοειδές τι ὂν αὐτὸ ἑαυτὸ κινήσει, ὃ ἀδύνατον δείκνυται προχειριζομένοις τὰς καθέκαστα κινήσεις. ἔπειτα, εἴπερ ἕν τι συνέχει τόν τε σύνολον κόσμον ἅμα τοῖς ἐν αὐτῷ, καὶ καθ᾿ ἕκαστον τῶν ἐπὶ μέρους σωμάτων ἐστί τι ὃ συνέχει, πῶς οὐκ ἀναγκαῖον ταὐτὸν ἅμα τὰς ἐναντίας κινεῖσθαι κινήσεις; ὁπότε γὰρ ἀπὸ τοῦ μέσου τοῦ κόσμου πρὸς τὰ πέρατα ἡ κίνησις τῷ διήκοντι πνεύματι γίγνοιτο, τότ᾿ ἀνάγκη καὶ ἑκάστῳ τῶν ἐπὶ μέρους σωμάτων ἤτοι ἀπὸ τοῦ μέσου ἢ πρὸς τὸ μέσον τὴν κίνησιν τῷ τοῦ παντὸς πνεύματος μορίῳ, ὃ δι᾿ ἑκάστου κεχώρηκεν, γίνεσθαι. διαφέρει δὲ οὐδὲν ὁποτερωθενοῦν λέγειν γίνεσθαι. εἰ μέν δὴ καὶ τοῦτο ἀπὸ τοῦ μέσου κινοῖτο, λέγω δὲ τὸ ἔν τινι τῶν ἐπὶ μέρους σωμάτων, ἅμα κάτω καὶ ἄνω κινήσεται τὸ διὰ τῶν κατωτέρω τοῦ μέσου μερῶν τῆς ἕξεως αὐτοῦ διῆκον.