Ancient Greek
Ὅτι οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν.
Alexander of Aphrodisias, De anima libri mantissa 53-2
Not analysed yet
εἰ δὲ τοῦτο, οὐκ αὔταρκες τὸ τῆς ψυχῆς ἀγαθὸν πρὸς τὸ τοῦ ἀνθρώπου τέλος, ἀλλὰ δεῖ αὐτῷ καὶ τῶν τοῦ σώματος, σώματος δὲ ἀγαθὰ ὑγίεια, ἣ γίνεται περὶ τὴν τῶν πρώτων σωμάτων, ἐν οἷς τῷδε τὸ εἶναι, εὐκρασίαν, ἰσχύς, ἥ ἐστιν ἐν τῇ εὐτονίᾳ τῶν δευτέρων καὶ ἐξ ἐκείνων συγκειμένων σωμάτων, κάλλος, ὅ ἐστιν ἐν τῇ εὐσχημοσύνῃ καὶ συμμετρίᾳ τῶν τρίτων ἤδη καὶ ἀνομοιομερῶν σωμάτων, ἃ καὶ μέρη τοῦ σώματος λέγομεν προσεχῆ.