Ancient Greek · ~6 min
44 to 52
Alexander of Aphrodisias, De anima libri mantissa 44-2-52
Not analysed yet
αἱ δὲ αἰσθήσεις καὶ αὐταί, εἰ μὲν πρὸς τὸ εἶναι τὸν ἄνθρωπον ἀναγκαίου χώραν ἔχουσιν, μηκέτι δὲ συνεργοῦσιν πρὸς τὰς ἐνεργείας τῆς ἀρετῆς, τὸν ὧν οὐκ ἄνευ λόγον ἔχοιεν ἄν· εἰ δὲ πρὸς τῷ ἀναγκαῖαι εἶναι τῷ ἀνθρώπῳ καὶ συνεργοῦσιν πρὸς τὰς πράξεις, καὶ προσχρῆται αὐταῖς ἡ ἀρετὴ πρὸς τὰς ἰδίας ἐνεργείας (ἡ γὰρ φαντασία κρηπὶς τῶν κατ᾿ ἀρετὴν πράξεων), οὐκ ἔχουσιν τὸν ὧν οὐκ ἄνευ λόγον πρὸς τὰς κατ᾿ αὐτὴν ἐνεργείας, ὡς ἔχει ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ὁ τόπος καὶ ὁ χρόνος. εἰ γὰρ ἐνεργήσομεν κατὰ ἀρετὴν ὁπωσοῦν ἐχουσῶν τῶν αἰσθήσεων, ἤτοι καὶ ταῖς ψευδέσιν φαντασίαις ταῖς ἀπὸ τῶν τοιούτων αἰσθήσεων συγκαταθησόμεθα καὶ ταύταις ἀκόλουθα πράξομεν (καὶ πῶς σπουδαίου τοῦτο; ),ἤ, εἰ ἐφέξομεν καὶ μὴ συγκαταθησόμεθα, οὐδὲν δὲ πράξομέν τι τῶν ἐπ᾿ αὐταῖς, ὥστ᾿ οὐδὲν ἐνεργήσομεν. εἰ δ᾿ ἄλλα τινὰ ἐνεργήσουσιν, ἐφέξουσιν δὲ περὶ τούτων, οὐ πρὸς πάντα κατὰ τὸν βίον κατὰ τοῦτο κατὰ ἀρετὴν ἐνεργήσει ὁ τὴν ἀρετὴν ἔχων, ὥστε οὐκ αὐτάρκης πρὸς τὰς οἰκείας ἐνεργείας, ἅς γε διὰ τήν τινων ἀπουσίαν οὐδὲ ἐνεργεῖ. τὸ δὲ λέγειν καὶ κοιμωμένους ἐνεργεῖν (καὶ γὰρ μνημονεύειν τινῶν· διεγερθέντες γοῦν ἔχουσιν τὴν μνήμην καὶ οὐκ ἀποβεβλήκασιν) ὅμοιον καὶ τῷ λέγειν κοιμωμένους ὁρᾶν, ἐπεὶ καὶ ἐξυπνισθέντες ὁρῶσιν καὶ μὴ ἀπέβαλον τὴν δύναμιν τὴν ὁρατικήν. ἔτι εἰ μὴ ψυχῆς εὐδαιμομνία ζητεῖται, ἀλλὰ ἀνθρώπου. ὁμολογεῖται δὲ τὸν ἄνθρωπον ἐκ ψυχῆς εἶναι καὶ σώματος, ὧν ἑκατέρου ἐστὶ καὶ ἀγαθὰ οἰκεῖα καὶ κακὰ διαφέροντα ἀλλήλων, ὥσπερ οὖν καὶ αὐτὰ ἀλλήλων ἕτερα, πῶς οὐκ ἀκολουθεῖ τὸ τὸ τέλος τοῦ ἐξ ἀμφοῖν ὄντος καὶ τὸ ἀγαθὸν προσδεῖσθαι τοῦ ἑκατέρου τούτων, ἐξ ὧν ἐστιν, ἀγαθοῦ;