Ancient Greek · ~4 min
54 to 63
Alexander of Aphrodisias, De anima libri mantissa 54-63
Not analysed yet
καὶ οὗτος μὲν ἂν ὅρος τε καὶ λόγος κοινότατος ψυχῆς εἴη. ἐμπεριείληπται γὰρ ἐν αὐτῷ καὶ ἡ τῶν φυτῶν ψυχή. γίνεται δὲ ὁ λόγος ἡμῖν περὶ ψυχῆς τῆς ἐν τοῖς θνητοῖς γινομένης σώμασιν. ὅταν δὲ λέγωμεν τὴν ψυχὴν εἶναι σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος, οὐχ οὕτως τὸ δυνάμει κατηγοροῦμεν τοῦ σώματος τότε, ὡς εἰώθαμεν λέγειν ἐπὶ τῶν μηδέπω μὲν ἐχόντων τι, ἐπιτηδείων δὲ πρὸς τὸ δέξασθαι. οὐ γάρ ἐστι τὸ σῶμα τοῦτο χωρὶς ψυχῆς πρότερον, εἶτα δέχεται τὴν ψυχήν, ἀλλ᾿ ἔστιν τὸ δυνάμει ζωὴν ἔχον τὸ δυνάμενον ζῆν, τουτέστιν τὸ ἔχον ὄργανα πρὸς τὰς κατὰ τὸ ζῆν ἐνεργείας καὶ ἔστιν ἴσον τὸ δυνάμει ζωὴν ἔχον᾿ τῷ ὀργανικόν᾿. εἰ δέ ἐστιν ἡ ψυχὴ σώματος εἶδός τε καὶ ἐντελέχεια, δῆλον ὡς ἀσώματος ἔσται. πᾶν γὰρ εἶδος ἀσώματον. εἰ γὰρ εἴη καὶ τὸ εἶδος αὐτὸ σῶμα, ἤτοι ἀνείδεόν τε καὶ ἄποιον ἔσται (τοιοῦτον δὲ ἡ ὕλη), ἢ εἰ εἶδος ἕξει, καὶ τὸ εἶδος, ὂν σῶμα, ἄλλο εἶδος, εἰς ἄπειρον προελεύσεται. ἔστι δὲ ἡ ψυχὴ ἐντελέχεια οὖσα δι᾿ ὅλου τοῦ σώματος. πᾶν γὰρ ἔμψυχον τὸ ἐμψύχου μέρος.