Ancient Greek · ~3 min
ALEXANDRI APHRODISIENSIS DE ANIMA LIBRI MANTISSA
Alexander of Aphrodisias, De anima libri mantissa 53
Not analysed yet
ἐπεὶ τοίνυν πᾶν σῶμα ψυχὴν ἔχον καὶ ζῶν τρέφεταί τε καὶ αὔξεται δι᾿ αὑτοῦ (ταύτῃ γὰρ τὸ ζῶν τοῦ μὴ ζῶντος διαφέρει), ἡ δὲ τροφὴ καὶ ἡ πέψις καὶ ἡ προσθήκη τε καὶ αὔξησις δέονταί τινων ὀργάνων (τὰ μὲν γὰρ στόματος καὶ φάρυγγος καὶ κοιλίας καὶ ἐντέρων χρείαν ἔχει πρὸς ταῦτα, τὰ δὲ ῥιζῶν καὶ ἐντεριώνης καὶ φλοιοῦ· ὅσα δὲ τῶν ζῴων τελειότερα, πλειόνων κατ᾿ ἀναλογίαν χρήζει καὶ τῶν ὀργάνων, καὶ τῶν ψυχικῶν δυνάμεων πασῶν διά τινων οἰκείων ἐνεργουσῶν ὀργάνων, ὡς φανερόν ἐπὶ τῶν αἰσθήσεων), εἴη ἂν ἡ ψυχὴ ἐντελέχεια ἡ πρώτη σώματος φυσικοῦ ὀργανικοῦ. οὐδὲν γὰρ σῶμα οἷόν τε ζῆν ἢ ψυχὴν ἔχειν μὴ ὂν ὀργανικὸν μηδὲ ἔχον τὰ διακονησόμενα κονησόμενα ταῖς ψυχικαῖς δυνάμεσιν.