Ancient Greek · ~2 min
Ὅτι οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν.
Alexander of Aphrodisias, De anima libri mantissa 55-2
Not analysed yet
ἔτι εἰ πρὸς ἃ ἐκ φύσεως ὁ ἄνθρωπος οἰκείωται, ταῦτα καὶ ἔχειν εὖ βούλεται ἡ ἀρετή, ἀβούλητον δέ ἐστιν αὐτῇ τὸ μὴ εὖ ἔχειν ταῦτα, οἰκείωται δ᾿ ἐκ φύσεως ὥσπερ πρὸς αὑτὸν αὐτὸς καὶ τὰ μόρια αὐτοῦ καὶ τὰς δυνάμεις καὶ τὰς ἀκρότητας, οὕτως δὲ καὶ πρὸς τοὺς πλησίον, γονεῖς τε καὶ φίλους, οἰκείους, πολίτας (κοινωνικὸν γὰρ καὶ πολιτικὸν ζῷον), δῆλον ὡς καὶ ταῦτα εὖ ἔχοντα καὶ σωζόμενα συντελοῖ τι ἂν αὐτῷ πρὸς τὸ οἰκεῖον ἀγαθὸν καὶ τέλος καὶ ὅσων αὐτῷ χρεία πρὸς τὸ σώζειν δύνασθαι αὐτόν τε καὶ ἕκαστον τῶν πρὸς ἃ οἰκείωται ἐκ φύσεως.