Ancient Greek · ~2 min
56 to 59
Alexander of Aphrodisias, De anima libri mantissa 56-4-59
Not analysed yet
ὥστε καὶ τῶν ὠφελίμων ἀγαθῶν αὐτῷ δεῖ, ἃ ἢ ποιητικὰ γίνεται τῶν δι᾿ αὐτὰ αἱρετῶν τῷ ἀνθρώπῳ (ταῦτα δέ ἐστιν πρὸς ἃ ἐκ φύσεως οἰκείωται), ἢ φυλακτικὰ αὐτῶν, ἢ τῶν ἐναντίων αὐτοῖς ἀλεξητικά. ἔτι εἰ ἡ εὐδαιμονία συμπλήρωσις ἀγαθῶν, ἕκαστον δὲ τῶν πρὸς ἃ ἐκ φύσεως οἰκειώμεθά ἔστιν ἀγαθόν τι, πῶς οὐ πάντων δεῖ τούτων εἰς τὴν συμπλήρωσιν τῶν ἀγαθῶν; τὸ γὰρ οἰκειῶσθαι μὲν λέγειν ἡμᾶς πρὸς πλείω, μηδὲν μέντοι διαφέρειν ἡμῖν ὁπωσοῦν ἐχόντων αὐτῶν, μαχόμενα λέγειν ἐστίν. εἰ δὲ δεόμεθα αὐτῶν, πῶς ἂν εὐδαιμονεῖν τις λέγοιτο ἀπολειπομένων αὐτοῦ τούτων ὧν δεῖται, εἴ γε ἀνενδεὲς ἡ εὐδαιμονία καὶ τέλειον.