Ancient Greek
56 to 63
Alexander of Aphrodisias, De anima libri mantissa 56-2-63
Not analysed yet
οὕτω καὶ τὸ δυνάμει διαφανὲς διὰ παρουσίαν πυρὸς ἢ τοιούτου τινὸς ἀθρόως φωτίζεται, τὸ δὲ πεφωτισμένον πάλιν καὶ κατ᾿ ἐνέργειαν διαφανὲς ὑπὸ τῆς τῶν χρωμάτων παρουσίας εἰδοποιεῖταί πως τῶν χρωμάτων ὁμοίως τῷ φωτὶ γινομένων ἐν αὐτῷ. οὕτως δὲ οὐδὲ ἡ σελήνη, εἰ καὶ φωτίζεται ὑπὸ τοῦ ἡλίου, πάσχειν ἂν λέγοιτο. ὡς γὰρ τὸ ἐπισκιαζόμενον οὐ πάσχει, οὕτως οὐδὲ τὸ φωτιζόμενον. τὸ δὲ ἀπελθόντων τῶν ὁρωμένων ἔτι τινὰ δοκεῖν καταλείπεσθαι τῶν χρωμάτων ἐν τοῖς ὀφθαλμοῖς τοῖς ἰδοῦσιν οὐκ ἔστιν σημεῖον ἀλλοιώσεως. τοῦτο γὰρ οὐχ ᾗ διαφανὲς πάσχει, ἀλλ᾿ ἔμψυχόν τε καὶ φαντασιοῦσθαι δυνάμενον. διὰ γὰρ τοῦτο δύναται φυλάττειν μέχρι τινὸς τὰς γενομένας κινήσεις ἔτι ἀπὸ τῶν ἔξωθεν ἐν τοῖς αἰσθητηρίοις. καὶ γὰρ καὶ ἐν ὑστέρῳ χρόνῳ πρὸ ὀμμάτων τίθεσθαι τὰ ἔμψυχα δυνατά ἐστιν τὰ γενόμενα αὐτοῖς φαντάσματα. τὰ γοῦν κάτοπτρα καίτοι λεῖα ὄντα καὶ διαυγῆ οὐδὲν ἐν αὑτοῖς φυλάττει τῶν ἐμφαινομένων χρωμάτων ἤτοι τοῦ φωτὸς ἀπελθόντος ἢ τῶν φωτιζόντων ἢ τῶν ὁρατῶν, ὅτι μήτε πάσχει μήτε ἐστὶν ἔμψυχα.