Ancient Greek · ~5 min
6 to 19
Alexander of Aphrodisias, De anima libri mantissa 6-19
Not analysed yet
ἔτι εἰ ἑκάτερον τῶν ἐκπεμπομένων ἐπ᾿ εὐθείας φέρεται, τίς ἡ χρεία τοῦ ἀπ᾿ ἀμφοτέρων ἐκπέμπεσθαι; ἐδύνατο γὰρ ἢ ἀπὸ τοῦ ὁρωμένου ἐπὶ τὴν ὄψιν ἀφικνεῖσθαι ἢ τὸ ἀπὸ τῆς ὄψεως ἐπὶ τὸ ὁρώμενον. ἔτι τίς ἡ ἀνάμαξις τοῦ εἴδους, καὶ πῶς γίνεται τῷ ἐκπεμπομένῳ ἀπὸ τῆς ὄψεως παρὰ τοῦ ἀπορρέοντος ἀπὸ τοῦ ὁρωμένου τύπωσις, ἀλλὰ οὐκ ἀλλοίωσις; δεῖ γὰρ καὶ τοῦτο διωρίσθαι. ἔτι ποδαπόν ἐστι τὸ ἀπὸ τοῦ ὁρωμένου φερόμενον; εἰ μὲν γὰρ καὶ τὸ σχῆμα καὶ τὸ χρῶμα ὅμοιον τῷ ἀφ᾿ οὗ φέρεται ἔχει, οὐδὲν ἄλλ᾿ ἢ εἴδωλον ἔσται ἢ καὶ πλέον ἔχον τι. ἐκεῖνα γὰρ οὔ φασιν ἔχειν χρῶμα. εἰ δὲ τὸ μὲν χρῶμα ἔχον, τὸ δὲ σχῆμα μή, πῶς τῶν σχημάτων ἡ ἀντίληψις, ἐχρῆν λέγειν. εἰ δὲ τὸ μὲν σχῆμα ἔχει, τὸ δὲ χρῶμα μή, οὐ χρωμάτων ἔτι ἡ ὄψις ἀντιληπτική. τίς δὲ καὶ ὁ τρόπος τῆς μετὰ τὸ παθεῖν τὸ ἐκ τῆς ὄψεως ἐκπεμφθὲν μηνύσεως τῇ ὄψει; ἔτι εἰ φῶς ἐστι τὸ ἐκ τῆς ὄψεως ἐκπεμπόμενον, δῆλον ὅτι ὁρατόν ἐστιν. διὰ τί οὖν ἐν τῷ σκότῳ ἀναβλέποντες οὐχ ὁρῶμεν ἄλλος τὸ ἄλλου; ὡς γὰρ ἐν τοῖς σκοτεινοῖς οἰκήμασιν, κἂν διὰ βραχείας ὀπῆς εἰσέλθῃ φῶς, ὁρατὸν γίνεται καὶ εὐθὺς ὁρᾶται, οὕτως ἔδει καὶ ἀπὸ τῶν ὀμμάτων ἀπιὸν ὁρᾶσθαι, ἐπειδὰν ἐν σκότῳ ἀναβλέψωμεν. ἔτι καὶ κατὰ τούτους σῶμα ἔσται τὸ φῶς.