Ancient Greek
Περὶ εἱμαρμένης.
Alexander of Aphrodisias, De anima libri mantissa 62-3
Not analysed yet
ἔκ τε γὰρ τοῦ μηδὲν μὲν ⟨τῶν⟩ ὑπὸ τῆς φύσεως προηγουμένως γιγνομένων γίγνεσθαι μάτην, ἐν δὲ τοῖς ἀνθρώποις ὂν τὸ βουλεύεσθαι φύσει, ὂν δὲ καὶ προηγούμενον ἔργον τῆς φύσεως, εἴ γε τούτῳ δοκεῖ μάλιστα τῶν ἄλλων ζῴων ἄνθρωπος διαφέρειν, μάτην γίγνεσθαι, εἰ μηδὲν ἐκ τῆς βουλῆς ὁ βουλευόμενος ἑλέσθαι κύριος, ἀλλὰ γὰρ ὡς ἔχοντες τοῦδε τὴν ἐξουσίαν αὐτοί γε ἐφ’ αὑτῶν βουλευόμεθα περὶ τῶν πρακτέων ἡμῖν, ἀλλ’ οὐκ εἴξαντες ταῖς φαντασίαις τοῖς ἀλόγοις τῶν ἄλλων ζῴων παραπλησίως αὐταῖς ἑπόμεθα, συμβούλους τε παρακαλοῦμεν, οὓς ἂν εἰδῶμεν πλέον τι δυναμένους ἡμῶν, εἰς τὴν κρίσιν τῶν προκειμένων, καὶ τὴν αἵρεσιν συνάρασθαι.