Ancient Greek · ~7 min
49 to 61
Alexander of Aphrodisias, De anima libri mantissa 49-2-61
Not analysed yet
οὐδεὶς γὰρ οὐδὲ τῶν ἐξ ἀνάγκης πάντα γίγνεσθαι λεγόντων ἐν τῷ ζῆν καὶ ταῖς κατὰ τὸν βίον ἐνεργείαις οὐ μαρτυρεῖ τῷ δύνασθαί τινα καὶ τῶν γιγνομένων μὴ γίγνεσθαι καὶ τῶν μὴ γιγνομένων γίγνεσθαι. οὐ μὴν ἀλλὰ καὶ τῷ λόγῳ τοῦτο δεῖξαι ῥᾴδιον. πολλὰ γὰρ τῶν γιγνομένων τὰ μὲν ἀπὸ τύχης, τὰ δὲ ἀπὸ ταὐτομάτου γίγνεσθαι πεπίστευται, τὸ δ’ εἶναί τι καὶ ἐφ’ ἡμῖν οὕτως ἐναργές ἐστιν, ὡς μηδὲ τοὺς τὰ τῆς εἱμαρμένης ὡς ἀναγκαῖα πάνυ κρατύνειν πειρωμένους ἀντιβλέπειν δύνασθαι τῷδε τῷ δόγματι. ἀλλὰ μὴν εἰ ἔστιν ἐφ’ ἡμῖν καὶ τοῦτο περὶ ταὐτά ἐστι, περὶ ἃ καὶ τὴν εἱμαρμένην εἶναι συμβέβηκεν, ἀναιρεῖται τὸ τὴν εἱμαρμένην ἀπαράβατόν τε καὶ ἀκώλυτον καὶ ἀναγκαῖον εἶναι· ὧν γὰρ ἡμεῖς ἐσμεν ἀρχαὶ ἑλέσθαι τε καὶ μή, ταῦτα ἀδύνατον κατηναγκάσθαι λέγειν. ἀλλὰ μὴν ἀνάγκη τοῖς λέγουσιν τὴν εἱμαρμένην εἶναι, περὶ ταὐτὰ λέγειν εἶναι, περὶ ἃ καὶ τὰ ἐφ’ ἡμῖν. εἴτε γὰρ τὰ τέλη μόνα λέγοιεν καθ’ εἱμαρμένην γίγνεσθαι, εἴτε καὶ τὰς πράξεις, αἷς ἕπεσθαι τὰ τέλη συμβέβηκεν, ἀμφοτέρως ἀκολουθεῖ περὶ τὰ αὐτὰ λέγειν εἶναι τὴν εἱμαρμένην, περὶ ἃ καὶ τὸ ἐφ’ ἡμῖν. εἰ μὲν οὖν καὶ τὰς πράξεις καθ’ εἱμαρμένην λέγοι τις, αὐτόθεν δῆλον τὸ κείμενον· ἐν γὰρ ταύταις ἐστὶ καὶ τὸ ἐφ’ ἡμῖν· εἰ δὲ τὰ τέλη μόνον, ὧν αἱ πράξεις χάριν, ἀκολουθεῖ δὲ ταῖς τοιαῖσδε πράξεσιν τὰ τοιάδε τέλη (οὐ γὰρ δὴ τοῖς ὁπωσοῦν πραχθεῖσιν ἕπεται ταὐτὸν τέλος), ἀνάγκη καὶ τὰς πράξεις, αἷς ἀκολουθήσει τὰ τοιαῦτα τέλη, καθειμάρθαι λέγειν. οὐ γὰρ ἀκολουθήσει τὸ καθ’ εἱμαρμένην τέλος μὴ προηγησαμένων τῶν ἐπὶ τοῦτο ἀγουσῶν πράξεων. καὶ τὸ ἐφ’ ἡμῖν δὲ περὶ ταῦτα· ὅτι γάρ ἐστί τι ἐφ’ ἡμῖν, δῆλον καὶ ἐκ τῶνδ’ ἂν γένοιτο, εἴ γε δεῖ περὶ τῶν ἐναργῶν ἀποδείξεσιν χρῆσθαι·