Ancient Greek · ~7 min
65 to 81
Alexander of Aphrodisias, De anima libri mantissa 65-2-81
Not analysed yet
τὸ γάρ, διότι ἀφεστῶτες αἰσθανόμεθα τοῦ ὁρωμένου, ἐκεῖ καὶ τὴν ἀντίληψιν ἡγεῖσθαι γίνεσθαι, κενόν. καὶ γὰρ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, καίτοι κατὰ πάθος ἀντιλαμβανομένων αὐτῶν τῶν οἰκείων αἰσθητῶν, ὅμως ἀφεστώτων ἡ ἀντίληψις γίνεται. ἀλλὰ καὶ ἐμφαίνεταί τινα χρώματα καὶ ἐν τῷ μεταξὺ διαφανεῖ ὡς αὐτῷ δεχομένῳ τε τὰ εἴδη καὶ διακονουμένῳ. φαίνεται γοῦν ἐπιχρώννυσθαί τινα ταῖς τῶν παρακειμένων χροιαῖς· φοινικοῦν γοῦν τὸ ἐπὶ τούτου τοῦ χρώματος φαίνεται ἢ ἁλουργόν, εἰ εἴη τοιαῦτα παρακείμενα χρώματα ὡς διαπεμπομένων τῶν χρωμάτων διὰ τοῦ ἀέρος, ἀλλ᾿ οὐχὶ ὁρωμένων ἐκεῖ. ἔτι δὲ τῶν χρωμάτων τὰ μὲν ἀμυδρότερα ἧττον, τὰ δὲ λαμπρότερα μᾶλλον καὶ σφοδρότερον κινεῖ τὴν ὄψιν. ἔτι δὲ καὶ παρὰ τὰς διαφόρους αὐγὰς καὶ παρὰ τὸ διάφορον φῶς καὶ παρὰ τὰς θέσεις τὰς πρὸς τοὺς ὁρῶντάς τε καὶ τὸ φῶς ἀλλοῖα τὰ ὁρώμενα φαίνεται. ἀλλὰ καὶ ταὐτὸν χρῶμα ἐγγύθεν τε καὶ πόρρωθεν φαινόμενον διάφορον φαίνεται· οὐ γὰρ ὁμοίως λευκὸν τὸ πόρρωθεν ὁρώμενον. παρὰ δὴ τὰς τοιαύτας διαφορὰς τῶν ὁρωμένων σχημάτων ἡ ὄψις ἀντιλαμβάνεται. τὴν μὲν γὰρ ἔξωθεν περιγραφὴν τῶν ὁρωμένων τῇ διαφορᾷ τῆς χρόας πρὸς τὸ περιέχον κρίνει· διὸ καὶ δυσόρατα ἢ ὁρατὰ καθ᾿ αὑτά, ὅσοις ὁμόχρουν τὸ περιέχον. τὴν δὲ μεταξὺ τῆς ἔξωθεν περιγραφῆς ἐπιφάνειαν ὁμόχρουν μὲν οὖσαν καὶ ἐπίπεδον τοιαύτην καὶ ὁρᾷ, ὁμοίως ὑπὸ τοῦ χρώματος κινουμένου τοῦ αὐτοῦ καὶ ὁμοίως κινουμένου διὰ τοῦ μεταξύ. εἰ δὲ μὴ ἐπίπεδον εἴη τὸ μεταξύ, ἀλλὰ ἀνώμαλον, εἰ καὶ μὴ ἀνομοιόχρουν, τῇ ἀνομοιότητι τῆς τοῦ χρώματος ἀντιλήψεως κρίνει. οὔτε γὰρ τὸ φῶς ὁμοίως ἐπὶ πάντα τὰ μόρια τοῦ ἀνωμάλου πίπτει διὰ τὸ τὰ μὲν αὐτῶν εἶναι κοῖλα, τὰ δὲ κυρτά, καὶ τὰ μὲν ἐκ πλαγίου τοῦ φωτίζοντος, τὰ δὲ καταντικρύ. διὰ γὰρ ταύτας τὰς διαφοράς, κἂν ὁμοιόχρουν ᾖ τὸ ὁρώμενον, τὰ μὲν ἀχλυωδέστερα αὐτοῦ, τὰ δὲ εὐσημότερα φαίνεται, οὕτως δὲ τὰ μὲν εἰσέχοντα, τὰ δὲ ἐξέχοντα ὁραθήσεται. ὃ μιμούμενοι καὶ οἱ ζωγράφοι.