Ancient Greek · ~7 min
82 to 93
Alexander of Aphrodisias, De anima libri mantissa 82-2-93
Not analysed yet
ὅταν βούλωνται ἄνισον δεῖξαι ἐν τῷ αὐτῷ ὂν ἐπιπέδῳ, τὰ μὲν φωτίζουσιν, τὰ δὲ ἐπισκιάζουσιν. οὕτω γὰρ τὰ μὲν ἐξέχοντα, τὰ δὲ εἰσέχοντα αὐτῶν φαίνεται, καὶ ἐξέχοντα μὲν τὰ μᾶλλον πεφωτισμένα, εἰσέχοντα δὲ τὰ ἐπεσκιασμένα. μέγεθος δὲ ὁρᾶ καὶ κρίνει τῇ τοῦ κώνου γωνίᾳ τῇ πρὸς τῇ ὄψει συνισταμένῃ. κατὰ κῶνον γὰρ ὁρᾷ τὰ ὁρώμενα κορυφὴν μὲν τὴν κόρην ἔχοντα, βάσιν δὲ τὴν ὁρίζουσαν γραμμὴν τό τε ὁρώμενον τοῦ αἰσθητοῦ σώματος καὶ μή. γίνεται δὲ ὁ κῶνος οὗτος οὐ κατὰ ἀκτίνων ἔκχυσιν, ἀλλ᾿ ἀπὸ τοῦ ὁρωμένου. τῆς γὰρ χρόας κινητικῆς οὔσης τοῦ κατ’ ἐνέργειαν διαφανοῦς καὶ τῆς ἐν τούτῳ γινομένης ὥσπερ χρώσεως ἐπ᾿ εὐθείας γινομένης παραπλησίως τῷ φωτὶ παντί τε τῷ καταντικρὺ προσκαθημένης, μάλιστα δὲ τοῖς λείοις καὶ λαμπροῖς προσιζούσης τε καὶ προσλαμπούσης (τοιαύτη δὲ καὶ ἡ κόρη), συνίστανταί τινες πρὸς ταύτῃ κῶνοι ἀπὸ τοῦ ὁρωμένου, οἷοι τὴν ἔμφασιν δέχεσθαι τὴν ἀπ᾿ αὐτοῦ. κατὰ γὰρ κῶνον ἑκάστου τῶν ἐπ᾿ εὐθείας ὁρωμένων τὸ εἶδος τοῦ ὁρατοῦ ἐμφαίνεται. ὧν κώνων ταῖς γωνίαις τὰ μείζω καὶ τὰ ἐλάττω καὶ τὰ ἴσα κρίνει· τὰ μὲν γὰρ ἴσαις ὁρώμενα γωνίαις ἴσα, τὰ δὲ μείζοσιν μείζω ὁρᾷ. ἀποστήματος δὲ τοῦ ἀφ᾿ αὐτῆς πρὸς τὸ ὁρώμενον καὶ διαστήματος τοῦ μεταξὺ τῶν ὁρωμένων ἀντιλαμβάνεται ἡ ὄψις τοῦ μὲν διαστήματος τῇ τοῦ κώνου γωνίᾳ, ὃς ἀπὸ τοῦ μεταξὺ τῶν ὁρωμένων καὶ αὐτοῦ συνίσταται πρὸς τῇ κόρῃ (τῷ ταύτης δὴ μεγέθει τῆς γωνίας κρίνει τὸ διάστημα τῶν ὁρωμένων· τότε γὰρ ἀφεστῶτα ἀλλήλων τινὰ φαίνεται, ὅταν ἐν τῷ μεταξὺ αὐτῶν ὁρατόν τι ᾖ), τοῦ δὲ ἀφ᾿ αὑτῆς ἀποστήματος αἰσθάνεται διὰ συνηθείας τινός. ἐπεὶ γὰρ τῶν ὁρωμένων ἡρέμα μὲν ἡμᾶς τὰ πόρρωθεν κινεῖ, σφοδρῶς δὲ τὰ ἐγγύς, διὰ τῆς περὶ τὰ τοιαῦτα συνηθείας τὰ μὲν ἀχλυωδέστερα φαινόμενα πόρρω ἡγεῖται εἶναι, τὰ δὲ εὐσημότερα καὶ ἐναργέστερα ἐγγύς. τὸ δὲ αὐτὸ γίνεται καὶ περὶ τὴν φωνήν τε καὶ τὴν ἀκοήν·