Ancient Greek
66 to 72
Alexander of Aphrodisias, De anima libri mantissa 66-72
Not analysed yet
ἔστιν δὲ μᾶλλον μὲν ὁρατὰ τὰ φωτοειδῆ καὶ λευκά, δευτέρως δὲ τὰ τούτοις ἀκολούθως παρακείμενα, ἥκιστα δὲ τὰ μέλανα. αἰσθητὰ μὲν γάρ ἐστι καὶ ταῦτα, οὐ μὴν ὁρατὰ προηγου μένως· οἰκεῖον δὲ τοῦτο τῇ γῇ. ἐπεὶ δὲ πᾶν διαφανὲς ὁρατόν ἐστιν, πᾶν δὲ ὁρατὸν ὁρᾶται κατὰ τὸ πέρας, πᾶν διαφανὲς ὁρατόν ἐστι κατὰ τὸ πέρας. ἀλλὰ μὴν χρῶμά ἐστιν, καθὸ ὁρατόν ἐστιν, χρῶμα ἄρα ἐστὶ καθὸ τὸ διαφανὲς ὁρατόν ἐστιν, ὁρατὸν δέ ἐστιν, ὡς ἔφαμεν, κατὰ τὸ πέρας τὸ ἴδιον. τὸ ἄρα χρῶμά ἐστιν τοῦ διαφανοῦς πέρας. μόνον γὰρ ὁρατὸν κατ᾿ ἐνέργειαν τοῦτο.