Ancient Greek · ~2 min
71 to 74
Alexander of Aphrodisias, De anima libri mantissa 71-2-74
Not analysed yet
εἰ δὲ μὴ τοῦτο, οὐδὲ εὐδαιμόνως. ἔτι εἰ τὸ σῶμα ἡμῖν ὄργανον ὂν ὑπὸ τῆς φύσεως δέδοται πρὸς τὰς κατὰ φύσιν πράξεις, ἐν παντὶ δὲ ὀργάνου δεομένῳ, οὗ χάριν τὸ ὄργανόν ἐστιν, εἰς τοῦτο συντείνει καὶ ἡ τοῦ ὀργάνου ἀρετή, εἴη ἂν καὶ ἡ τοῦ σώματος ἀρετὴ συντείνουσα πρὸς τὰς κατὰ φύσιν πράξεις καὶ τὸν κατὰ φύσιν βίον. οὐκ ἄρα οἷόν τε ἄνευ τῶν τοῦ σώματος ἀρετῶν κατὰ φύσιν βιοῦν. εἰ δὲ τοῦτο, οὐδὲ εὐδαιμονεῖν.