Ancient Greek · ~3 min
Ὅτι οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν.
Alexander of Aphrodisias, De anima libri mantissa 75
Not analysed yet
ἔτι εἰ μηδὲν μάτην ἡ φύσις ποιεῖ (οὐδὲ γὰρ ἄλλη τις τέχνη τῶν ὑπ᾿ αὐτῆς γινομένων μάτην τι ποιεῖ, ἀλλ᾿ ἕκαστον τῶν ὑπὸ τέχνης γινομένων συντείνει πρὸς τὸ οἰκεῖον αὐτῆς τέλος, τέχνη δέ τις θεία καὶ ἡ φύσις, ὥστε καὶ τὰ ἀπ᾿ αὐτῆς γινόμενα συντείνοι ἂν πρὸς τὸ οἰκεῖον τοῦ ἐν ᾧ γίνεται τέλος, οἰκειώσει δὲ ἡμᾶς πρὸς τοῦτο τά τε σωματικὰ καὶ ἐκτὸς ἀγαθά, συνεργὰ ἄρα καὶ ταῦτα πρὸς τὸ κατὰ φύσιν ἡμῶν τέλος, καὶ οὐ μάτην ἡ οἰκείωσις ἡ πρὸς ταῦτα), οὐκ ἄρα αὐτάρκης ἡ ἀρετὴ πρὸς τὸ κατὰ φύσιν τοῦ ἀνθρώπου τέλος, εἴ γε μήτε πρὸς τὴν κτῆσιν μήτε πρὸς τὴν τήρησιν τούτων πρὸς ἃ ἐκ φύσεως οἰκειώμεθά ἐστιν αὐτάρκης.