Ancient Greek · ~7 min
79 to 92
Alexander of Aphrodisias, De anima libri mantissa 79-2-92
Not analysed yet
ἔτι ὁ τύπος πρὸς τῷ πέρατι γίνεται. πῶς οὖν ὁρῶμεν κατὰ θάτερον πέρας; οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων αἱ τυπώσεις δι᾿ ὅλων γίνονται. εἰ δὲ λέγοιεν, ὅτι διαφανὴς ὁ ἀὴρ καὶ διὰ τοῦτο δι᾿ ὅλου τετύπωται καὶ ὁρῶμεν οὕτως, ἄλλο ἄν τι τοῦ ὁρᾶν αἴτιον λέγοιεν, τὴν διαφάνειαν γάρ, καὶ οὐ τὴν ἐπέρεισιν. ἔτι θαυμαστόν, πῶς τοῖς μὲν μάλιστα τυποῦσθαι δυναμένοις οὐ συμβαίνει τὸ διὰ βάθους τυποῦσθαι, τῷ δ᾿ ἀέρι τῷ ἥκιστα ὄντι τοιούτῳ δι᾿ ὅλου ἡ τύπωσις ἐγγίνεται. ἔτι εἰ πέφυκεν ὁ ἀὴρ οὕτως τυποῦσθαι, τί δή ποτε οὐχὶ καὶ ἀπελθόντος τοῦ τυποῦντος ἔτι μένει ἐν αὐτῷ ἡ τύπωσις, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ὥστε καὶ μὴ παρόντα τὰ ὁρατὰ ἐχρῆν ἡμᾶς ἔτι ὁρᾶν; ἔτι πῶς οὐ συγχέονται οἱ τοιοῦτοι τύποι, ἐπειδὰν ῥέῃ τὸ ὕδωρ, τὸ δὲ αὐτό, εἰ καὶ ἐν ἀέρι πνεῦμα πολὺ εἴη; ἔτι ἔμπαλιν φαίνεται, ἢ ὡς ἔχει τῶν ὁρατῶν ἔνια, τὰ μὲν κυρτὰ κοῖλα, τὰ δὲ κοῖλα κυρτά, καὶ ἁπλῶς τὰ μὲν ἐξέχοντα εἰσέχοντα, τὰ δὲ εἰσέχοντα τοὐναντίον ἐξέχοντα; οὕτως γὰρ ἡ τύπωσις γίνεται. εἰ δὲ λέγοιεν τῇ μὲν κοιλότητι τῆς βάσεως τοῦ κώνου τὸ κυρτὸν κρίνεσθαι, τῇ δὲ κυρτότητι τὸ κοῖλον, καθάπερ καὶ ἐπὶ τῆς διὰ τῶν χειρῶν ἁρῆς, τὰ ἐπὶ τῆς γραφῆς συμβαίνοντα μάλιστα τοῦτο ἐλέγξει. ὁμαλοῦς γὰρ οὔσης αὐτῆς τὰ μὲν ἐξέχοντα, τὰ δὲ εἰσέχοντα φαίνεται, καίτοι ὁμαλεῖ τῇ τοῦ κώνου βάσει κρινόμενα. ἔτι περὶ τῶν δι᾿ ἀνακλάσεως ὁρωμένων τί φήσουσιν; τὸ γὰρ πέρας τοῦ κώνου ἐπὶ τούτων τῇ τοῦ κατόπτρου ἐπιφανείᾳ τυποῦται, ὅπερ ἐνδέχοιτ᾿ ἂν ἐναντίως ἐσχηματίσθαι τῷ ἐμφαινομένῳ, οὐχ ὁμοίως, ἀλλὰ φέρε εἰπεῖν κυρτοῦ ὄντος τοῦ ἐμφαινομένου ἢ εὐθέος κοῖλον εἶναι τὸ κάτοπτρον. θαυμαστὸν δὲ καὶ τὸ μὴ τὴν ἀπὸ τούτου τύπωσιν ἐπιπροσθεῖν τῇ ἀπὸ τοῦ ἐμφαινομένου γινομένῃ, ἢ κωλύειν τὴν ἐκείνου μορφὴν ἐμφαίνεσθαι.