Ancient Greek · ~1 min
93 to 97
Alexander of Aphrodisias, De anima libri mantissa 93-97
Not analysed yet
ἔτι ἄπορος ἡ ἀπὸ τοῦ κατόπτρου πρὸς τὸ ὁρώμενον ἀνάκλασίς τε καὶ ἔντασις τοῦ ἀέρος, ὡς εἰρήκαμεν. πῶς γὰρ μετὰ τὴν κλάσιν οἷόν τε ἔτι τὴν ἐπέρεισιν γίνεσθαι; ἔτι τί δή ποτε τὰ ἐγγυτάτω τῆς κόρης οὐχ ὁρῶμεν; καίτοι ἔδει· καὶ γὰρ καὶ ἡ ἐπέρεισις δι᾿ ὀλίγου καὶ ἡ τύπωσις ἐγγύθεν.