Ancient Greek · ~7 min
83 to 97
Alexander of Aphrodisias, De anima libri mantissa 83-97
Not analysed yet
ἐπὶ δὲ ταύταις ταῖς δυνάμεσίν ἐστι τὸ ὁρμητικὸν συνεζευγμένον τῷ αἰσθητικῷ· οὐδὲν γὰρ ὄφελος τοῖς ζῴοις αἰσθήσεως μὴ ἐνυπαρχούσης ὁρμῆς· τοῦτο γὰρ πάσης ἀρχὴ πράξεως. καὶ ταῦτα μὲν ἀναγκαιότατα καὶ πρῶτα μόρια τῆς ψυχῆς τρία, κοινὰ πᾶσιν ὄντα τοῖς ζῴοις, φυτικόν, αἰσθητικόν, ὁρμητικόν, ἕκαστον αὐτῶν χρήσιμον ὂν πρός τι τούτων, ἐν οἷς τῷ ζῴῳ τὸ εἶναι. ἔστι γὰρ ἔργα τοῦ ζῴου πρῶτον μὲν τὸ εἶναί τε καὶ ζῆν, δεύτερον δὲ κρίσις τῶν προσπιπτόντων, ἐπὶ δὲ τούτοις ἐνέργειά τε καὶ πρᾶξις. ἡ μὲν οὖν φυτικὴ τῆς ψυχῆς δύναμις εἰς τὸ εἶναί τε καὶ ζῆν τῷ ζῴῳ συντελεῖ, ἡ δὲ αἰσθητικὴ πρὸς τὴν κρίσιν, πρὸς δὲ τὸ πράσσειν τὸ ὁρμητικόν. πρᾶξις δέ ἐστι κυρίως ζῴου ἡ μετὰ συγχρήσεως τῶν ὀργανικῶν τοῦ σώματος μορίων ἐνέργεια, ὡς τὸ βαδίζειν, ὡς τὸ λέγειν. διαιρεῖται δὲ ἡ μὲν θρεπτικὴ δύναμις εἴς τε τὸ τρέφειν καὶ εἰς τὸ αὔξειν καὶ εἰς τὸ γεννᾶν, ἡ δὲ αἰσθητικὴ εἴς τε τὸ αἰσθάνεσθαι καὶ φαντασιοῦσθαι καὶ τὸ μνημονεύειν καὶ τὸ συγκατατίθεσθαι, τὸ δὲ ὁρμητικόν ἐστιν ὥσπερ τέλος τι τῆς φαντασίας καὶ τῆς συγκαταθέσεως. ταύτης γὰρ χάριν ἐκεῖνα. πάντως γὰρ τῆς μὲν ὁρμῆς ἡγεῖται συγκατάθεσις, ταύτης δὲ φαντασία. τούτου δὲ τοῦ ὁρμητικοῦ τε καὶ πρακτικοῦ τὸ μέν ἐστιν ὡς ἡγεμονικόν, τὸ δὲ ὡς ὑπηρετικόν, ἡγεμονικὸν μὲν τὸ ἰδίως ὁρμητικόν τε καὶ ὀρεκτικὸν καλούμενον, τὸ δὲ ἕτερον νευροσπαστικόν, ἐν καὶ τὸ φωνητικόν. τοῦ δὲ ὁρμητικοῦ ἐστι τό τ᾿ ἐπιθυμεῖν καὶ θυμοῦσθαι καὶ τὸ βούλεσθαι. ταῦτα γὰρ ὀρέξεως εἴδη. ὧν ἡ βούλησις ἤδη δοκεῖ μετέχειν καὶ λογισμοῦ· ἔστι γὰρ ὄρεξις μετὰ βουλῆς. ἔστι δέ τις καὶ ἄλλη δύναμις τῆς ψυχῆς κριτικὴ ἡ λογιστική, ἣ τοῖς τελειοτέροις τῶν ζῴων ἐγγίνεται. τοῦτο δέ ἐστιν ἄνθρωπος, οὗ τό τε βουλεύεσθαι ταύτης τῆς δυνάμεώς ἐστι καὶ τὸ καταλαμβάνειν καὶ τὸ δοξάζειν.