Ancient Greek · ~4 min
98 to 105
Alexander of Aphrodisias, De anima libri mantissa 98-105
Not analysed yet
//κινεῖ δὲ ἡ ψυχὴ τὸ σῶμα οὐχ ὡς αὐτὴ κινουμένη τε καὶ οὕτω κινοῦσα αὐτό (αὐτὴ γὰρ ἀκίνητος καθ᾿ αὑτήν), ἀλλ᾿ ὡς αἰτία τῷ ζῴῳ τῆς κινήσεως, ὡς ἡ ἐνυπάρχουσα βαρύτης τῇ γῇ τῆς εἰς τὸ κάτω κινήσεως. οὐ γὰρ πάντα τὰ κινοῦντα ὁμοίως κινεῖ. ἄλλως μὲν γὰρ οἱ βοῦς τὴν ἅμαξαν κινοῦσιν, ἄλλως τὸ ἀγαθὸν καὶ ἐφετὸν καὶ τὸ ὀρεκτὸν κινεῖ τὰ ἐφιέμενα αὐτοῦ· οὐ γὰρ κινούμενον. διὸ καὶ ἐμψύχων ἡ ὑπὸ τῶν τοιῶνδε κίνησις. ἡ δὲ ψυχὴ κινεῖ τῷ κατ᾿ αὐτὴν ἡμᾶς νοεῖν τε καὶ προαιρεῖσθαι· τὸ μὲν οὖν ἀγαθὸν τῷ νοηθῆναι κινεῖ, ἡ δὲ ψυχὴ τῷ νοῆσαι. ὡς γὰρ διὰ τὰς τέχνας καὶ κατὰ τὰς τέχνας οἱ τεχνῖται κινοῦνται, καὶ εἰσὶν αὐτοῖς αὗται τῆς τοιᾶσδε κινήσεως αἴτιαι, αὐταὶ μὴ κινούμεναι, οὕτως καὶ τὰ ἔμψυχα κατὰ τὴν ψυχὴν κινεῖται μὴ κινουμένης αὐτῆς. ἔστι δὲ ἡ ὁρμητικὴ καὶ ἡ ὀρεκτικὴ δύναμις τῆς ψυχῆς, καθ᾿ ἣν τὰ ζῷα κινεῖται. αὕτη γὰρ τοῖς ζῴοις τῆς οἰκείας κινήσεως αἰτία.