Ancient Greek · ~4 min
90 to 95
Alexander of Aphrodisias, De anima libri mantissa 90-95
Not analysed yet
εἰ δ᾿ ἐν ταῖς χρηστικαῖς τῶν ἐνεργειῶν καὶ πράξεων ἡ εὐδαιμονία καὶ ἡ εὐζωΐα, αὗται δὲ οὐκ ἄνευ τῶν σωματικῶν ἀγαθῶν καὶ τῶν ἐκτὸς καὶ τῶν οἰκείων καὶ κατὰ φύσιν, ὧν ἡ ἀρετὴ ἐκλεκτική, οὐκ ἂν ἡ ἀρετὴ εἴη αὐτάρκης πρὸς εὐζωΐαν τε καὶ εὐδαιμονίαν. ἔτι εἰ ὑπὸ τῆς φύσεως τὸ σῶμα ὄργανον τῷ ἀνθρώπῳ πρὸς τὰς πράξεις δέδοται, καὶ τὰ τούτου ἀγαθὰ συντείνοι ἂν πρὸς τὸ ἐν ταῖς πράξεσιν ἀγαθὸν τοῦ ἀνθρώπου καὶ τὸ τέλος, ὥσπερ καὶ ἐπὶ τῶν τεχνῶν. καὶ γὰρ τὸ τῶν αὐλῶν ἀγαθὸν πρὸς τὸ εὖ αὐλεῖν. εἰ δὲ τοῦτο, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν. εἰ γὰρ μηδὲν πρὸς τὴν κατὰ τὸν βίον ἐνέργειαν καὶ τὴν εὐδαιμονίαν καὶ τὸ τέλος ταῦτα συντελοῖ, μάτην ἂν εἴη ὑπὸ τῆς φύσεως ἡμῖν δεδομένον τὸ σῶμα. οὐ γὰρ δή, ἃ παρόντα ὠφελεῖ, ταῦτα ἀπόντα οὐκ ἐλαττοῖ τὸ ἔργον, ὃ ὠφελεῖ.