Ancient Greek · ~7 min
76 to 89
Alexander of Aphrodisias, De anima libri mantissa 76-89
Not analysed yet
ἔτι εἰ ὑπὸ ἐκλογὴν πίπτει ταῦτα τῇ ἀρετῇ κατ᾿ αὐτούς, καὶ ἡ φύσις τῆς τούτων ἐκλογῆς ἕνεκεν οἰκείων ὄντων ἡμῖν τὴν ἀρετὴν παραλαμβάνει, τῶν δὲ τούτοις ἀντικειμένων ἀποικονομίας, ἆρα ἐκλέγεσθαι μὲν δεῖ τὰ σωματικὰ καὶ ἐκτὸς ἀγαθά, οὐχὶ δὲ καὶ ἐπιμελεῖσθαι αὐτῶν; τί δὲ τοῦτο μέν, οὐχὶ δὲ καὶ κτᾶσθαι αὐτά; τί δὲ κτᾶσθαι μέν, οὐχὶ δὲ καὶ τὴν χρῆσιν πρός τι αὐτῶν συντείνειν; πρὸς τί οὖν, εἰ μὴ πρὸς τὸ τέλος; οὔτε γὰρ ἂν ἡ φύσις ἐβούλετο, οὔθ᾿ ἡ ἀρετὴ προσέταττεν, οὔθ᾿ ὁ σοφὸς ἐξελέγετο, εἴπερ οὐδὲν διέφερεν ἔχειν αὐτὰ ἢ μή. οὐδὲ γὰρ ἄλλη τις τέχνη ἐκλέγεταί τι αὐτοῦ χάριν τοῦ ἐκλέξασθαι μόνου, ἀλλὰ πάντων ἡ ἐκλογὴ πρὸς τὸ τέλος ἔχει τὴν ἀναφοράν. ἐν γὰρ τῇ χρήσει τῶν ἐκλεγομένων, οὐκ ἐν τῇ ἐκλογῇ τῶν ὑποκειμένων τὸ τέλος, καὶ καθόλου πῶς οὐκ ἄτοπον τὸ τὴν ἀρετὴν ἐπὶ τοῦτο λέγειν εἶναι μόνον, ἐπὶ τὸ ἐκλέγεσθαι; εἰ γὰρ ἀδιάφορος ἡ κτῆσις τῶν ἐκλεγομένων καὶ μὴ συντείνουσα πρὸς τὸ τέλος, κενὴ ἂν εἴη καὶ ματαία ἡ ἐκλογή. ἀλλ᾿ εἰ καὶ ἡ εὐδαιμονία ἐν τῷ εὖ ζῆν εἴη, οὐδὲ πρὸς τοῦτο ἡ ἀρετὴ αὐτάρκης. λέγεται γὰρ εὖ ζῆν ὁ χρώμενος ἀρετῇ καὶ ζῶν κατὰ ἀρετὴν καὶ πράττων τι. ἐν γὰρ πράξει ποιᾷ ἡ εὐζωία ἀνθρώπου, τῶν δὲ πράξεων αἱ μέν εἰσιν κτητικαί, αἱ δὲ χρηστικαὶ τοῖς κτηθεῖσιν. ἐν μὲν οὖν ταῖς κτητικαῖς οὐκ ἂν εἴη τὸ τέλος (ἑτέρου γὰρ χάριν αὗται), ἐν δὲ ταῖς χρηστικαῖς. οὐδὲ γὰρ τοῖς τεχνίταις τὸ τέλος ἐν τῷ κτᾶσθαι τὰ οἷς χρήσονται, ἀλλ ἐν τῇ χρήσει τούτων τῇ κατὰ τὴν τέχνην. καὶ τῇ ἀρετῇ δὴ τὸ ἔσχατον καὶ τὸ τέλος οὔσῃ τέχνη καὶ αὐτῇ οὐκ ἐν ἐκλογῇ καὶ περιποιήσει τινῶν, ἀλλ᾿ ἐν χρήσει τῶν περιποιηθέντων.