Ancient Greek · ~5 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 1
Not analysed yet
Ἡ μὲν πρόθεσις ἡμῖν, περὶ ψυχῆς εἰπεῖν τῆς τοῦ ἐν γενέσει τε καὶ φθορᾷ σώματος, τίς τέ ἐστιν αὐτῆς ἡ οὐσία καὶ τίνες αἱ δυνάμεις καὶ πόσαι, καὶ τίς αὐτῶν ἡ πρὸς ἀλλήλας διαφορά. ἐπεὶ γὰρ δεῖ πρὸ τῶν ἄλλων ἁπάντων πείθεσθαι τοῖς προσταττομένοις ὑπὸ τῶν θεῶν (προστάττεται δὲ καὶ προκηρύττεται τὸ γνῶθι σαυτὸν ὑπὸ τοῦ Πυθίου, οὐχ ὡς ὑπὸ θεοῦ μόνον, ἀλλὰ καὶ ὡς ὑπὸ θεοῦ τοῦ προγινώσκειν τὰ μέλλοντα πεπιστευμένου, προλέγοντος καὶ προαγορεύοντος, ὡς διὰ τῆς αὑτοῦ γνώσεως ἑκάστῳ περιεσομένου τοῦ κατὰ φύσιν βίου, ἡ δ᾿ ἑαυτοῦ γνῶσις ἐν τῇ γνώσει τῇ καθ’ ὅ ἐστιν αὐτός, κατὰ δὲ τὴν ψυχὴν ὁ ἄνθρωπος ἄνθρωπος), ἀναγκαῖον τῷ βουλομένῳ πείθεσθαι τῷ θεῷ καὶ τὸν κατὰ φύσιν αὐτῷ ζῆν βίον περὶ ψυχῆς πρῶτον διειληφέναι καὶ ταύτην ἥτις ἐστὶν ἐγνωκέναι. ἐπεὶ δ’ ὥσπερ ἐν τοῖς ἄλλοις τὰ Ἀριστοτέλους πρεσβεύομεν ἀληθεστέρας ἡγούμενοι τὰς ὑπ’ αὐτοῦ παραδεδομένας δόξας τῶν ἄλλοις εἰρημένων, οὕτω δὲ καὶ ἃ ἐν τῷ περὶ ψυχῆς δόγματι φρονοῦμεν, ἔσται τὰ κατὰ τὴν πρόθεσιν ἡμῖν πεπληρωμένα, ἂν τὰ ὑπ’ ἐκείνου περὶ ψυχῆς εἰρημένα ὡς ἐνδέχεται σαφῶς ἐκθώμεθα καὶ τοῦ καλῶς ἕκαστον αὐτῶν εἰρῆσθαι τὰς οἰκείας παρασχώμεθα παραμυθίας.