Ancient Greek · ~41 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 2.1
Not analysed yet
Δεῖ δὲ τὸν μέλλοντα παρακολουθήσειν τε τοῖς περὶ ψυχῆς λεγομένοις καὶ συνθήσεσθαι τοῖς περὶ τῆς οὐσίας αὐτῆς λόγοις πρῶτον ἐπ’ ἄλλων τινῶν τὸ τῆς φύσεως ἀμήχανόν τε καὶ περιττὸν ἐγνωκέναι· μαθόντες γὰρ ὁποῖόν τί ἐστιν ἡ φύσις καὶ πεισθέντες ὅτι παντὸς τοῦ κατὰ τέχνην γινομένου θαύματος παραδοξότερα τὰ ἔργα αὐτῆς, ῥᾷον πιστεύσομεν τοῖς μέλλουσι περὶ ψυχῆς λέγεσθαι. τοῦ γὰρ μένειν ἐν ταῖς περὶ τῆς ψυχῆς ἀπορίαις οὐδὲν οὕτως αἴτιον ὡς τὸ μὴ ῥᾴδιον εἶναι τὰς δυνάμεις τε αὐτῆς καὶ τὰ ἔργα ἐφαρμόζειν τοῖς περὶ αὐτῆς λεγομένοις ὡς ὄντα θειότερά τε καὶ μείζω πάσης σωματικῆς δυνάμεως. διὸ χρὴ τοὺς βουλομένους μὴ ἀντιπράσσειν τοῖς εὐλόγως περὶ αὐτῆς λεγομένοις πρῶτον ἰδεῖν τὴν κατασκευὴν αὐτοῦ τοῦ σώματος τοῦ τὴν ψυχὴν ἔχοντος καὶ τήν τε τῶν ἐντὸς μερῶν οἰκονομίαν ἱστορῆσαι καὶ τὴν τῶν ἐκτὸς πάλιν πρὸς ἐκεῖνα μετ’ εὐσχημοσύνης συμφωνίαν. μετὰ γὰρ τὴν τούτων θεωρίαν οὐκέθ’ ὁμοίως παράδοξον φανεῖται τὸ καὶ τὴν ψυχὴν τοσαύτας ἀρχὰς ἐν αὐτῇ κινήσεων ἔχουσαν τούτου τι εἶναι τοῦ σώματος τοῦ οὕτως παραδόξως τε καὶ περιττῶς κατεσκευασμένου. δοκεῖ δὴ παντὸς μᾶλλον ἀληθές τε καὶ ἐναργὲς εἶναι τοῖς περὶ τῶν τοιούτων διαλαμβάνειν ἔργον ποιουμένοις τὸ πᾶσαν οὐσίαν σωματικήν τε καὶ αἰσθητὴν σύνθετον εἶναι ἔκ τε ὑποκειμένου τινός, ὃ ὕλην καλοῦμεν, καὶ ἐκ τῆς ταύτην τὴν ὕλην σχηματιζούσης τε καὶ ὁριζούσης φύσεως, ἣν εἶδος ὀνομάζομεν. ὅτι γὰρ τοῦτο τοῦτον ἔχει τὸν τρόπον, σαφῶς μάθοι τις ἂν ἀπιδὼν πρὸς τὰ γινόμενα κατὰ τὰς τέχνας. ὃ γὰρ ἄν τις τούτων προχειρίσηται, εὑρήσει τὸ μὲν ὕλην τε καὶ ὑποκείμενον ἐν αὐτῷ, τὸ δὲ εἶδος, ὑποκείμενον μὲν τὸν χαλκὸν ἢ λίθον ἢ ξύλον ἢ κηρὸν ἢ ὅτι ἂν ᾖ τὸ σχηματιζόμενον κατὰ τὴν τέχνην, εἶδος δὲ τὸ ὑπὸ τοῦ τεχνίτου γινόμενον ἐν αὐτῷ. τοῦ γὰρ ἀνδριάντος ὕλη μὲν ὁ χαλκὸς ἢ λίθος, εἰ ἔκ τινος τούτων ὁ ἀνδριὰς εἴη, εἶδος δὲ τὸ τοιόνδε σχῆμα καὶ ἡ τοιάδε μορφή, ὅ ἐστιν τὸ κατὰ τὴν τέχνην γινόμενον καὶ ἡ τέχνη. τέχνη γὰρ πᾶν τὸ κατὰ τὴν τέχνην ἐν τῇ ὑποκειμένῃ ὕλῃ γινόμενον ὑπὸ τοῦ τὴν τέχνην ἔχοντος, ὕλη δὲ τῆς τέχνης τὸ σῶμα τὸ πεφυκὸς αὐτὴν δέχεσθαι οὐκ ἔχον ἐν τῷ οἰκείῳ λόγῳ τὸ γινόμενον ὑπὸ τῆς τέχνης ἐν αὐτῷ. ὡς δὲ τῶν κατὰ τέχνην ὄντων τε καὶ συνεστώτων σωμάτων ἕκαστον ἔχει τὸ διττόν, οὕτως δὲ ἔχει πολὺ πρότερον ἐπὶ τῶν φυσικῶν τε καὶ φύσει συνεστώτων. ἡ γὰρ τέχνη μιμεῖται τὴν φύσιν, ἀλλ’ οὐχ ἡ φύσις τὴν τέχνην· καὶ ἔστιν ἑκάστῳ τῶν φυσικῶν σωμάτων τὸ μὲν ὑποκείμενόν τε καὶ ὕλη, τὸ δ’ ἕδος ἐν αὐτῇ. τοῦ γὰρ χαλκοῦ ὕλη μὲν ὕδωρ ἢ ἡ ἀτμιδώδης ἀναθυμίασις, εἴ γε πάντα τὰ τηκτὰ τῶν μεταλλευτῶν τὸ ὑγρὸν ὕλην ἔχει, εἶδος δὲ ἡ τοιάδε τοῦ ὑγροῦ σύστασίς τε καὶ πῆξις· καὶ ἔστιν, ὥσπερ τὸ κατὰ τέχνην ἔν τινι γινόμενον εἶδος ἡ τέχνη, οὕτως καὶ ἐν τοῖς φύσει συνεστῶσιν τὸ οὕτως γινόμενον εἶδος ἡ φύσις. οὔσης δὲ ἐν τοῖς φυσικοῖς σώμασιν διαφορᾶς (τὰ μὲν γὰρ αὐτῶν ἐστιν ἀπλᾶ, τὰ δὲ σύνθετα), ἡ μὲν τῶν συνθέτων σωμάτων ὕλη καὶ τὸ τούτοις ὑποκείμενον καὶ αὐτὸ φυσικὸν σῶμα ἐξ ὕλης τε καὶ εἴδους ἐστίν (πᾶν γὰρ φυσικὸν σῶμα ἐκ τούτων σύνθετον), τὰ δὲ ἁπλᾶ σώματα οὐκέτ’ ἔχει τὸ ὑποκείμενον αὐτοῖς σύνθετον. ἦν γὰρ ἂν καὶ αὐτὸ σύνθετον. εἰ δὲ μὴ σύνθετον τὸ τούτοις ὑποκείμενον, οὐδὲ σῶμα, εἴ γε πᾶν σῶμα ἔκ τε ὕλης καὶ εἴδους σύνθετον. ἔσται δὴ τὸ τοῖς πλοῖς σώμασιν ὑποκείμενον καὶ ἡ τούτων ὕλη ἁπλῆ τις φύσις καὶ χωρὶς εἴδους, ἄμορφός τε καὶ ἀνείδεος οὔσα καὶ ἀσχημάτιστος κατὰ τὸν αὐτῆς λόγον, δι’ ἣν ἀνείδεον οὖσάν τε καὶ λεγομένην εἶδος ὠνόμασται, ὃ γενόμενον ἐν αὐτῇ παύει τῆς προειρημένης αὐτὴν στερήσεως, καὶ τὴν τοιαύτην φύσιν κυρίως ἄν τις ὕλην λέγοι. τὸ μὲν γὰρ ἐν τοῖς συνθέτοις σώμασιν ὑποκείμενον, ἐκείνων ὕλη οὐχ ἀπλῶς ἐστιν ὕλη, ὅτι τέ ἐστι μετὰ εἴδους τινὸς καὶ ἔστι καὶ τούτου ἄλλη πάλιν ὕλη, ἐν οἷς δὲ τὸ ὑποκείμενον πλοῦν, ἡ τούτων ὕλη κυρίως καὶ πλῶς ἐστιν ὕλη, ἣν αὐτὴν μὲν ὑφεστάναι καθ’ αὐτὴν ἀδύνατον τῷ πᾶν τὸ οὕτως ὃν σῶμά τι εἶναι καὶ σύνθετον, ὡς προείρηται. ὅσα δὲ ἀεὶ σὺν εἴδει τινὶ χωρίζεται αὐτοῦ τῇ νοήσει μόνῃ, οὕτως ἔχουσα πρὸς τὰ τῶν ἁπλῶν σωμάτων εἴδη, ὡς ὁ κηρὸς ἔχει πρὸς τὰ σχήματα. ὡς γὰρ ἀναγκαῖον μὲν πάντα τὸν λαμβανόμενον κηρὸν εἶναι μετὰ σχήματος (ἀδύνατον γὰρ ἀσχημάτιστόν τινα κηρὸν λαβεῖν· οὐ μὴν τὸ κηρῷ εἶναι τὸ εἶναι μετὰ τοιοῦδέ τινος σχήματος· εἰ γὰρ ἦν ἐν τῇ οὐσίᾳ τοῦ κηροῦ ἀφωρισμένον σχῆμά τι, οὐκέτ’ ἂν ἣν κηρὸς ὁ μὴ μετὰ τούτου, μετ’ ἄλλου δέ τινος ὢν σχήματος), οὕτως δὲ καὶ ἡ κυρίως ὕλη πρὸς τὰ εἴδη τῶν φυσικῶν τε καὶ ἁπλῶν ἔχει σωμάτων. οὔτε γὰρ χωρὶς αὐτῶν τινος οἴα τε ὑποστῆναι οὔτε μετά τινος αὐτῶν τὸ εἶναι αὐτῇ. ἦν γὰρ ἂν οὕτως οὔτε πλῆ καὶ ἀσώματος οὔτε ἄλλου τινὸς ἔτι τῶν ἁπλῶν σωμάτων ὕλη τῷ φθείρεσθαι αὐτὴν ἐν τῇ τοῦ οἰκείου εἴδους ἀποβολῇ. οὐ μόνον δὲ τὴν τοιαύτην ὕλην ἀδύνατον αὐτὴν καθ’ αὐτὴν ὑποστῆναι, ἀλλ’ οὐδὲ τὸ ἐν αὐτῇ γινόμενον εἶδος. καὶ μᾶλλόν γε τὸ εἶδος τοῦτο τῆς ὕλης πέπονθεν. ἐπὶ μέν γὰρ τῆς ὕλης, εἰ καὶ μὴ ἡ κυρίως ὕλη οἵα τε καθ’ αὐτὴν εἶναι, ἀλλ’ ἥ γε ἐν τοῖς συνθέτοις σώμασιν ὕλη προσεχὴς λαμβανομένη οὐκ οὖσα μὲν ἁπλῶς ὕλη, τοῦδε δέ τινος ὕλη, καὶ καθ’ αὑτὴν ὑφέστηκεν (ἡ γοῦν ἐν τοῖς κατὰ τέχνην γινομένοις ὕλη τοιαύτη), τῶν δὲ εἰδῶν τῶν ἐν ὕλῃ γινομένων οὐδὲν οἷόν τε καθ’ αὐτὸ ὑποστῆναί ποτε, οὔτ’ ἂν ᾖ σώματος ἁπλοῦ οὔτ’ ἂν συνθέτουι; τὰ γοῦν εἴδη τὰ γινόμενα κατὰ τὰς τέχνας ἐν ταῖς ὑποκειμέναις ὕλαις ἀχώριστα αὐτῶν, καίτοι δυναμένων ἐκείνων καὶ χωρὶς τούτων ὑφεστάναι. τὸ μὲν οὖν κατὰ τέχνην γινόμενον εἶδος οὐκ οὐσία, ὅτι μηδὲ ἡ τέχνη (τέχνη γὰρ καὶ τὸ τοιοῦτον ἕδος, ὡς προείρηται), τὸ δὲ κατὰ φύσιν οὐσία, ὅτι καὶ ἡ φύσις οὐσία, τὸ δὲ τοιοῦτον εἶδος φύσις. τοῦ γὰρ πυρὸς ὄντος φυσικοῦ τε καὶ πλοῦ σώματος εἶδος μὲν ἡ θερμότης καὶ ἡ ξηρότης καὶ ἡ ἐκ τούτων τε καὶ ἐπὶ τούτοις γεννωμένη κουφότης, ὕλη δὲ τὸ τούτοις ὑποκείμενον, ὃ κατὰ τὴν αὑτοῦ φύσιν οὐδὲν ὂν τούτων ὁμοίως τούτων τε καὶ τῶν ἐναντίων αὐτοῖς ἐστιν ἐπιδεκτικόν (δι’ ἣν φύσιν αἱ τῶν ἁπλῶν σωμάτων εἰς ἄλληλα γίνονται μεταβολαί). ὧν οὐδέτερα μέν ἐστι σῶμα, τὸ δὲ ἐξ αὐτῶν ἤδη σῶμά τε καὶ πῦρ ἀρχὴν παρὰ τῆς φύσεως καὶ τῆς κατὰ τὸ εἶδος οὐσίας ἔχον τῆς εἰς τὸ ἄνω κινήσεως τὴν κουφότητα· ἥτις κουφότης εἶδός τε καὶ φύσις οὔσα τοῦ πυρὸς αὐτὴ μὴ κινουμένη. πῶς γὰρ ἂν κουφότης αὐτὴ καθ’ αὐτὴν κινηθείη ποτ’ ἂν ἄλλου τι οὖσα καὶ οὐ καθ’ αὐτήν; δύναμις μὲν γάρ τις ἡ κουφότης τοῦ ἔχοντος αὐτὴν σώματος· οὐδεμία δὲ δύναμις χωριστὴ τοῦ δυναμένου. διὸ καὶ οὐ κινουμένη καθ’ αὐτὴν τῷ ἔχοντι αὐτὴν σώματι αἰτία τῆς ἐξ αὐτοῦ γίνεται κινήσεως καὶ κατὰ τοῦτο λέγεται τὸ ἔχον αὐτὴν σῶμα κινεῖν, ὅτι διὰ ταύτης τε καὶ κατὰ ταύτην αὐτῷ τὸ κινεῖσθαι οὖσαν αὐτοῦ δύναμίν τε καὶ φύσιν. σῶμα μὲν οὖν οὐδέτερόν ἐστιν, ἐξ ὧν πρώτων τὸ πλοῦν ἐστι σῶμα. οὔτε γὰρ ἡ ὕλη σῶμα· πᾶν μὲν γὰρ σῶμα ἀπιόν τε καὶ μετ’ ἐναντιώσεως τινος, ἡ δὲ ὕλη πάσης ἁπτῆς ποιότητος καὶ ἐναντιώσεως ἐκτός ἐστιν, καὶ τὸ μὲν σῶμα ὑφεστός, ἡ δὲ ὕλη εἴδους δεῖται πρὸς τὸ εἶναι. διὰ τοῦτο δὲ οὐδὲ τὸ εἶδος σῶμα, ὅτι μηδὲ τοῦτο οἶόν τε καθ’ αὐτὸ εἶναι τῆς ὕλης ἀχώριστον ὄν, ὡς δέδεικται. οὐσία μέντοι ἑκάτερον αὐτῶν. ὡς γὰρ ἡ ὕλη, οὕτως δὲ καὶ τὸ φυσικὸν εἶδος οὐσία. οὐσίαι γὰρ τὰ μέρη τῆς οὐσίας, μᾶλλον δέ, διότι ἑκάτερον ἐκείνων οὐσία, καὶ τὸ ἐξ ἀμφοῖν οὐσία καὶ μία τις φύσις, οὐχ ὡς τὰ κατὰ τέχνην γινόμενα, ἃ κατὰ τὸ ὑποκείμενόν τε καὶ τὴν ὕλην εἰσὶν οὐσίαι, κατὰ δὲ τὰ εἴδη ποιότητες. οἱ δὲ ἀποροῦντες, πῶς οἶόν τε ἐξ ἀσωμάτων σῶμα γίνεσθαι, οὐκ ἂν ἠπόρουν, εἰ ἐπιστήσαντες αὐτοὺς ἔμαθον, ὅτι πᾶν τὸ γινόμενον τόδε τι ἐκ τοῦ μὴ τοῦτο ὄντος γίνεται. θερμόν τε γὰρ ἐξ οὐ θερμοῦ καὶ ψυχρὸν οὐκ ἐκ ψυχροῦ καὶ λευκὸν οὐκ ἐκ τοιούτου. καὶ γὰρ εἰ ἄλλο τι θερμὸν ὃν αἴτιον τῷδε τῷ γινομένῳ θερμῷ τῆσδε τῆς γενέσεως, ἀλλ’ αὐτό τε τὸ γινόμενον θερμὸν ἐξ οὐ θερμοῦ θερμὸν γίνεται. οὐ γὰρ γίνεται τὸ ὃν ἤδη. ὥστε καὶ εἰ σώματος γένεσιν ὑπυθοῖτό τις, ἀνάγκη τούτῳ λέγειν ἐκ μὴ σώματος αὐτὸ γίνεσθαι. ἀλλ’ ἐπεὶ μή φαμεν ἀπλῶς σῶμα γίνεσθαι (ἀεὶ γάρ ἐστι σῶμα, εἴ γε καὶ ὁ κόσμος ἀίδιος ἀγένητός τε καὶ ἄφθαρτος ὤν), ἔστι δε ἡ γένεσις τοῦδε τοῦ σώματος καί τινος σώματος ἐκ μῆ τοῦδε τοῦ σώματος καί τινος καί τινος ἁπλῶς ἐκ μὴ σώματος. ὡς γὰρ τῇ ἐπινοίᾳ καὶ τῷ λόγῳ τὴν ὕλην τοῦ εἴδους χωρίζομεν οὐκ οὖσαν χωριστήν (τοῦδε μὲν γάρ τινος εἴδους ἐστὶ χωριστή, ἁπλῶς δὲ εἴδους ἀχώριστος ὡς ὁ κηρὸς σχήματος), οὕτως δὲ ἐπινοίᾳ τε καὶ λόγῳ μόνοις καὶ ἡ τοῦ σώματος γένεσίς ἐστιν ὡς σώματος. ἔχον δὲ τό τε πῦρ καὶ τῶν ἄλλων σωμάτων ἕκαστον τὸ εἶναι τοῦτο, ὅ ἐστι, παρά τε τῆς ὑποκειμένης ὕλης καὶ τοῦ εἴδους τοῦ ἐν αὐτῇ, κατὰ τὸ εἰδός ἐστι τοῦτο ὅ ἐστι. τό τε γὰρ πῦρ κατὰ τὸ εἶδος καὶ ἡ γῆ κατὰ τὸ αὐτὸ γῆ, ὁ δ’ αὐτὸς λόγος ἐπί τε ὕδατος καὶ ἀέρος. καὶ γὰρ τούτων ἑκάτερον κατὰ τὸ εἶδός ἐστιν, ὃ εἶναι λέγεται. καθ’ ὃ μὲν γὰρ ἡ πρὸς τὰ ἄλλα ἑκάστῳ ἐστὶν αὐτῶν διαφορά, κατὰ τοῦτο ἕκαστον αὐτῶν ἐστι τόδε τι. κατὰ δὲ τὸ οἰκεῖον εἶδος ἡ πρὸς τὰ ἄλλα ἑκάστῳ διαφορά, εἴ γε ἡ ὕλη καὶ τὸ ὑποκείμενον ταὐτὸν ἐν πᾶσιν αὐτοῖς. κατὰ τὸ εἶδος ἄρα ἕκαστον αὐτῶν ἐστι τοῦτο ὅ ἐστιν. εἰ δὲ καθ’ ὅ ἐστιν ἕκαστον τοῦδ’ ἐστιν, τοῦτ’ ἔστιν αὐτοῦ τελειότης (ἐν ᾦ γὰρ γενόμενον τὸ γινόμενον ὡς γεγονὸς ἤδη καὶ ὡς τετελεσμένον τοῦ γίνεσθαι παύεται, τοῦτο ἡ τελειότης αὐτοῦ· παύεται δὲ τοῦ γίνεσθαι, ὅταν ὁλοκλήρως ἐν τῷ εἴδει γένηται), εὐδεικται. λόγως ἑκάστῳ τῶν σωμάτων ἐν τῷ εἴδει ἡ τελειότης ἂν εἶναι λέγοιτο. ἀλλὰ εἰ κατὰ τὸ εἶδος ἑκάστῳ τῶν τε κατὰ τέχνην συνεστώτων καὶ πολὺ πρότερον ἔτι τῶν κατὰ φύσιν τὸ εἶναι τοῦτο ὅ ἐστι, καὶ τοῦτ’ ἔστιν ἡ ἑκάστου τελειότης, καὶ ἀντιστρέψαντι ἀληθὲς τὸ καθ’ ὃ τὸ εἶναί ἐστιν ἑκάστῳ τῶν ἐξ ὕλης τε καὶ εἴδους συνθέτων, τοῦτ’ εἶναι τὸ εἰδος αὐτοῦ καὶ τὴν τελειότητα.