Ancient Greek · ~6 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 10
Not analysed yet
Τἴς μὲν οὖν ἡ τῆς ψυχῆς οὐσία, καὶ τίνα τὰ ἑπόμενα αὐτῇ. ὡς ἦν οἷόν τε δι’ ὀλίγων καθόλου συλλέξαντας εἰπεῖν περὶ αὐτῆς, δεδηλώκαμεν· ἀκόλουθον δὲ ἑξῆς περὶ τῶν μερῶν αὐτῆς εἰπεῖν, πόσα τε καὶ τίνα. δείξαντας πρῶτον, ὅτι πλείω τέ ἐστι καὶ πεπερασμένα. τοῦ μὲν οὖν πλείους δυνάμεις τῆς ψυχῆς εἶναι καὶ μὴ τὴν αὐτὴν ταῖς μεταβολαῖς καὶ ἄλλοτε πρὸς ἄλλα τε καὶ δι’ ἄλλων ἐνεργείαις δοκεῖν πλείους εἶναι, ὡς Δημοκρίτῳ τε καὶ ἄλλοις τισὶν δοκεῖ, ἱκανὴ δεῖξαι καὶ ἡ ἐπὶ τῶν ἐγκρατῶν τε καὶ ἀκρατῶν μάχη πρὸς ἀλλήλας τῶν δυνάμεων. φανερώτατα δ’ ἂν δεικνύοιτο καὶ διὰ τοῦ μηδὲν τὴν φύσιν δοκεῖν μάτην ποιεῖν, εἶναι δέ τινα 〈ζῷα〉. ἃ δύναμιν ψυχῆς ἔχοντα μηκέτ’ ἐνεργεῖν κατὰ τὰς ἄλλας ἐνεργείας δύναται καίτοι τῶν πραγμάτων ὄντων περὶ ἃ αἱ κατ’ ἐκείνας τὰς δυνάμεις ἐνέργειαι. εἰ γὰρ λέγοι τις δι’ ὀργάνων ἀπορίαν ἐν τούτοις μὴ γίνεσθαι τὰς ἐνεργείας, ἀναιρήσει τὸ μηδὲν μάτην ποιεῖν τὴν φύσιν. μάτην γὰρ ἔσται πλείους ἐνεργείας ἐνεργεῖν ἡ ψυχὴ ἡ ἐν ἐκείνοις δυναμένη, εἴ γε ὑπ’ αὐτῆς τῆς φύσεως ἐνεργεῖν καὶ αὐτὰς δι’ ἀπορίαν ὀργάνων κωλύεται. ἔτι τε πῶς οὐκ ἄτοπον τὸ τὸν ἄνθρωπον λέγειν τῶν βατράχων καὶ τῶν τυχόντων ζῴων διαφέρειν μὴ τῇ τῆς ψυχῆς δυνάμει, ἀλλὰ ὀργανικῷ τινι σώματι; οὐδέν τε διοίσει τῆς ὑπό τινων λεγομένης μετεμψυχώσεως ἥδε ἡ δόξα, εἰ μὴ παρὰ τὰς τῆς ψυχῆς δυνάμεις, ἀλλὰ παρὰ τὰ ὄργανα ἡ τῶν ζῴων καὶ τῶν ἐνεργειῶν αὐτῶν γίνεται διαφορά. ἡ αὐτὴ μὲν γὰρ ἐν πᾶσι τοῖς ἐμψύχοις ἔσται ψυχή, κατὰ δὲ τὰς τῶν σωμάτων διαφορὰς διαφόρως ἐνεργήσει· ὃ κἀκεῖνοι λέγουσιν.