Ancient Greek · ~20 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 9.1
Not analysed yet
Οὐ δεῖ δὲ ὑπολαμβάνειν τὴν ψυχὴν ἁρμονίαν λέγειν τοὺς λέγοντας αὐτὴν εἶδος εἶναι γινόμενον ἐπὶ τῇ τοιᾷδε μίξει τε καὶ κράσει τῶν ὑποκειμένων αὐτῇ σωμάτων. οὐ γὰρ εἰ χωρὶς τῆς τοιαύτης κράσεώς τε καὶ μίξεως ἀδύνατον αὐτὴν εἶναι, ἤδη ταὐτὸν αὐτῇ γίνεται. οὐ γὰρ ἡ τοιάδε τῶν σωμάτων κρᾶσις ἡ ψυχή, ὅπερ ἦν ἡ ἁρμονία, ἀλλ’ ἡ ἐπὶ τῇ τοιᾷδε κράσει δύναμις γεννωμένη, ἀνάλογον ἔχουσα ταῖς δυνάμεσιν τῶν ἰατρικῶν φαρμάκων ταῖς ἀθροιζομέναις ἐκ μίξεως πλειόνων. καὶ γὰρ ἐν ἐκείνοις ἡ μὲν τῶν φαρμάκων μῖξίς τε καὶ σύνθεσις καὶ ὁ λόγος, καθ’ ὃν τὸ μὲν αὐτῶν διπλάσιόν ἐστι, τὸ δ’ ἥμισυ, τὸ δ’ ἡμιόλιον, ἂν οὕτω τύχῃ, ἀναλογίαν τινὰ πρὸς ἁρμονίαν ἔχει. οὐ μέντοι ἔτι καὶ ἡ ἐκ τῆς κατὰ τὴν ἁρμονίαν ταύτην καὶ τὸν λόγον τῶν φαρμάκων μίξεως δύναμις γεννωμένη ἁρμονία. ἡ μὲν γὰρ ἁρμονία ὁ λόγος καὶ ἡ σύνθεσις τῶν μεμιγμένων, ἡ δὲ τῆς ἐμπλάστου δύναμις οὐκ ἔστιν ὁ λόγος καθ’ ὃν μέμικται τὰ μεμιγμένα. τοιοῦτον δὲ καὶ ἡ ψυχή. ἡ γὰρ δύναμις καὶ τὸ εἶδος τὸ ἐπιγινόμενον τῇ κατὰ τὸν τοιόνδε λόγον κράσει τῶν σωμάτων ψυχή, ἀλλ᾿ οὐχ ὁ λόγος τῆς κράσεως οὐδὲ ἡ σύνθεσις. μᾶλλον γὰρ ἂν τὴν ὑγίειάν τις εὐλόγως ἁρμονίαν, ἢ τὴν ψυχὴν λέγοι. ἐγγυτέρω γὰρ ἁρμονίας ἥδε τῆς ψυχῆς. ἡ μὲν γὰρ ὑγίεια συμμετρία τῶνδέ τινων, ἥτις συμμετρία σύνθεσίς τινων καὶ μῖξίς ἐστι κατὰ λόγον τινά, ἡ δὲ ψυχὴ οὐχ ἡ συμμετρία, ἀλλ’ ἡ ἐπὶ τῇ συμμετρίᾳ δύναμις οὐκ ἄνευ μὲν ταύτης εἶναι δυναμένη, οὐκ οὖσα δὲ αὕτη. διχῶς δὲ τῆς ἁρμονίας λεγομένης, τῆς μὲν ἐπὶ τῆς τῶν σωμάτων συνθέσεως (ὅταν γὰρ οὕτως ἦ συγκείμενα, ὡς μηδὲν αὐτῶν συγγενὲς παραγως δέχεσθαι μεταξύ, ἡρμόσθαι λέγεται, καὶ ἁρμονία ἡ τοιάδε σύνθεσις), τῆς δὲ ἐπὶ τοῦ λόγου τῶν μιγνυμένων, οἶον εἰ κατὰ διπλάσιον λόγον ⟨ἢ⟩ ἐπίτριτον εἴη μεμιγμένον (τὸ γὰρ οὕτως μεμιγμένον, φτρ’ εἰπεῖν ὡς τὸ μὲν εἶναι διπλάσιον, τὸ δὲ ἥμισυ τῶν ἐν τῇ μίξει, κάθ’ ἑομονίαν τινὰ μεμῖχθαι δοκεῖ καὶ εἶναι καὶ ἡ τοιάδε μῖξις ἁρμονία), ἐπὶ τῆς πρώτης ἁρμονίας οὐ ταὐτὸν ἡ ἁρμονία καὶ τὸ γινόμενον ἐκ τῶν ἡρμοσμένων. οὐ γὰρ ἐπεὶ καθ’ ἁρμονίαν παράκειται τὰ ξύλα ἀλλήλοις τὰ ἐν τῷ βάθρῳ, διὰ τοῦτο τὸ βάθρον ἁρμονία. οὐδ’ ἐπεὶ οἱ λίθοι εἰσὶν καθ’ ἁρμονίαν συγκείμενοι, ἤδη καὶ ὁ νεὼς ἁρμονία ὁ ἐκ τῆς τούτων γεγονὼς ἁρμονίας. ὡς δὲ ἐπὶ ταύτης τῆς ἁρμονίας ἄλλο ἡ ἁρμονία καὶ ἄλλο τὸ γεγονὸς ἐκ τῶν καθ’ ἁρμονίαν συγκειμένων, οὕτως ἔχει καὶ ἐπὶ τῆς κατὰ τὸν λόγον ἁρμονίας. οὐ γὰρ εἴ τινα ἐν λόγῳ τινὶ μέμικται καὶ καθ’ ἁρμονίαν, ἤδη καὶ τὸ ἐκ τῆς τοιαύτης γεγονὸς μίξεως ἁρμονία τε καὶ λόγος, οὐδὲ ταὐτὸν τὸ ἡρμόσθαι τὴν κιθάραν τῷ τοιοῦτον ἠχεῖν. ἥρμοσται μὲν γὰρ οὐδὲν ἧττον καὶ μηδὲν ἠχοῦσα· ὁ δὲ ἐκ τῆς τοιαύτης καὶ ἐπὶ τῇ τοιαύτῃ ἁρμονίᾳ γινόμενος ψόφος ἄλλος τῆς ἁρμονίας ἐφ’ γίνεται. λέγοι δ’ ἄν τις μηδὲ πάντων τῶν κατὰ λόγον τινὰ μιγνυμένων ἁρμονίαν εἶναι τὸν λόγον. οὐ γὰρ ἁρμονία ὁ διπλάσιος λόγος, ὅταν ἐν οἴνῳ καὶ μέλιτι ᾖ ἐν γὰρ ποιᾷ συνθέσει μελῶν τε καὶ ῥυθμῶν ἡ ἁρμονία, ἀλλ’ οὐ τῶν τυχόντων οὐδὲ κατὰ τὸν τυχόντα γινομένη λόγον. πᾶσα μὲν γὰρ ἁρμονία ἐν ὡρισμένῳ λόγῳ. οὐκ ἐν ὡρισμένῳ δὲ λόγῳ ἡ τῶν θερμῶν τε καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν μῖξις, τουτέστιν ἡ τῶν στοιχείων, ἧς μίξεως εἶδος ἡ ψυχή. ἡ γὰρ αὐτὴ ψυχὴ μένει καὶ ἐπιτεινομένων καὶ ἀνιεμένων ἕως τινὸς τῶν ἐν τῇ μίξει δυνάμεων. ὅλως γὰρ εἰ λέγοι τις ἁρμονίαν τὴν τῶν τυχόντων μῖξιν κατὰ λόγον τινά, συμβήσεται τούτῳ πάντα τὰ συγκείμενα ἡρμόσθαι λέγειν. εὑρεθήσεται γάρ τις λόγος ἐν πᾶσιν τοῖς συγκειμένοις. μᾶλλον δὲ κατὰ τοὺς τὴν ψυχὴν γεννῶντας ἐκ ποιᾶς μίξεως τε καὶ συνθέσεως τινων εἴη ἂν ἡ ψυχὴ ἤτοι ἁρμονία ἢ σύνθεσις καθ’ ἁρμονίαν τινῶν σωμάτων. ὧν εἰσιν οἴ τε ἀπὸ τῆς Στοᾶς, πνεῦμα αὐτὴν λέγοντες εἶναι συγκείμενόν πως ἔκ τε πυρὸς καὶ ἀέρος, καὶ οἱ περὶ 'Επίκουρον· καὶ γὰρ κατ’ ἐκείνους σύνθετος ἡ ψυχὴ ἐκ πλειόνων τινῶν καὶ διαφερόντων σωμάτων. καὶ κατὰ Πλάτωνα δὲ ἐκ συνθέσεώς τινων ἡ τῆς ψυχῆς οὐσία κατὰ λόγον τινὰ συγκειμένων, ὡς ἐν τῷ Τιμαίῳ λέγει. μᾶλλον, ὡς εἶπον, κατὰ τοὺς οὕτω λέγοντας εἴη ἂν ἁρμονία ἡ ψυχή, ἤη κατὰ τὸν λέγοντα αὐτὴν ἕξιν τε καὶ δύναμιν καὶ εἶδος ἐπιγινόμενον ποιᾷ κράσει τε καὶ μίξει τῶν ἁπλῶν σωμάτων. καθ’ οὃς μὲν γὰρ αὐτὰ τὰ συγκείμενά πώς ἐστιν ἡ ψυχή, κατὰ τούτους παρὰ τῆς ποιᾶς συνθέσεως τὸ ψυχῇ εἶναι τῷ συγκειμένῳ. ἥτις σύνθεσις εἰ ἔστιν ἁρμονία, παρὰ τῆς ἁρμονίας ἂν τὸ ψυχῇ εἶναι ἔχοι τὸ συγκείμενον. καθ’ ὃν δέ ἐστιν ἡ ψυχὴ οὐχ πλῶς τὰ συγκείμενα, ἀλλ’ ἐπὶ τῇ ποιῷ τῶν πρώτων σωμάτων κράσει τε καὶ μίξει δύναμις γεννωμένη, ἡ μὲν κρᾶσις ὕλης ἕξει λόγον, τὸ δ’ εἶναι τῇ ψυχῇ οὐ κατὰ τὴν ἁρμονίαν τε καὶ κρᾶσιν ἔσται, ὡς ἐκείνοις ἕπεται λέγειν, ἀλλὰ κατὰ τὴν ἐπ’ αὐτῇ δύναμιν γενρεθήσεται.