Ancient Greek · ~15 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 15.1
Not analysed yet
Καὶ τοιάδε μὲν ἡ πρώτη τῆς ψυχῆς δύναμις, μετὰ δὲ τὴν ζωτικήν τε καὶ φυτικὴν ψυχήν, ἢ δέδεικται διὰ τῶν περὶ αὐτῆς λόγων εἶδος οὖσα τοῦ ἔχοντος αὐτὴν σώματος, ἦς δυνάμεις αἱ προειρημέναι τε θρεπτικὴ καὶ ἡ αὐξητικὴ καὶ ἡ γεννητική, μετὰ δὴ τὸν περὶ ἐκείνης λόγον εἴη ἂν ἑπόμενον λέγειν περὶ τῆς αἰσθητικῆς. δευτέρα γὰρ ἥδε μετ’ ἐκείνην. τάντα γὰρ τὰ ἄλλην τινὰ δύναμιν ἔχοντα ψυχικὴν ἀναγκαῖον, ὥσπερ ἔχει τὴν θρεπτικήν, οὕτως δὲ ἔχειν καὶ τὴν αἰσθητικήν· καὶ ἔστιν ἡ δύναμις αὕτη, καθ’ ἣν τὰ ζῶντα πρὸς τῷ ζῆν καὶ ζῷά ἐστιν ἤδη. ἔστι μὲν οὖν ὁ περὶ αἰσθήσεως λόγος πλείων τε καὶ οἰκείας δεόμενος πραγματείας, ως δὲ συνελόντι καθόλου περὶ τῆς αἰσθητικῆς ψυχῆς εἰπεῖν, δύναμίς ἐστι ψυχῆς, καθ’ ἣν τὸ ἔχον αὐτὴν οἰόν τέ ἐστιν ὁμοιούμενον τοῖς δεκτοῖς αἰσθητοῖς διά τινος ἀλλοιώσεως τῇ πρὸς αὐτὰ ἐνεργείᾳ κρίνειν αὐτά. ὡς γὰρ ἡ θρεπτικὴ δύναμις τροφῆς ἐδεῖτο πρὸς τὸ ἐνεργεῖν (περὶ γὰρ ταύτην ἡ ἐνέργεια αὐτῆς), οὕτως καὶ ἡ αἰσθητικὴ τῶν αἰσθητῶν. περὶ γὰρ ταῦτα ἡ ἐνέργεια καὶ ταύτης καὶ τούτων ἐστὶν ἀντιληπτική τε καὶ κριτική. διὸ μὴ παρόντων αὐτῶν οὐκ ἐνεργεῖ, ἀλλ’ ἔστιν δυνάμει αἴσθησις, ἀνάλογον ἔχουσα τοῖς ἔχουσι μέν τινα ἐπιστήμην, μὴ ἐνεργοῦσι μέντοι κατ’ αὐτήν. ὁμοίως γὰρ ἐκεῖνά τε δυνάμει ἐπιστήμονα καὶ ἡ ἀνενέργητος αἴσθησις δυνάμει αἴσθησις. ἐκτὸς δὲ τὰ αἰσθητά, ὅτι ἡ αἴσθησις ἐπὶ χρήσιμόν τι τὴν ἀναφορὰν ἔχει· ἢ γὰρ τοῦ λαβεῖν τι χάριν, ἢ τοῦ φυγεῖν, ἐκτὸς δὲ ταῦτα. ἔστι δὲ τὸ αἰσθητόν τε καὶ ἡ αἴσθησις πρὸ μὲν τῆς ἐνεργείας ἀνόμοια, ἐν δὲ τῇ ἐνεργείᾳ ὅμοια γίνεται. κατὰ ὁμοίωσιν γάρ τινα γινομένην δι’ ἀλλοιώσεως τὸ αἰσθάνεσθαι. τὸ γὰρ εἶδος τοῦ αἰσθητοῦ χωρὶς τῆς ὕλης γινόμενον ἐν τῷ αἰσθητικῷ ἡ κατ’ ἐνέργειάν ἐστιν αἴσθησις. εἰ δὲ δι’ ἀλλοιώσεως ἡ ὁμοίωσις, δῆλον ὡς πρὸ τῆς ἀλλοιώσεως ἕτερά τε καὶ ἀνόμοια ἦν, ὡς ἐδείχθη καὶ ἐπὶ τῆς τροφῆς. διὸ καὶ εὐλόγως λέγεται ἔστι μὲν ὡς ὑπὸ τοῦ ὁμοίου πάσχειν τὴν αἴσθησιν, ἔστι δ’ ὡς ὑπὸ τοῦ ἀνομοίου. παθοῦσα γάρ ἐστιν ὁμοία. γίνεται δὲ τὸ πάθος τοῦτο ἐν τῷ πρώτῳ τὴν αἰσθητικὴν ψυχὴν ἔχοντι σώματι διά τινων ὀργάνων ὄντων ἄλλης φύσεως τῶν αἰσθητῶν οἷς διακονεῖται τῷ δύναμιν ἔχειν πάσχειν ὑπ’ αὐτῶν, ἃ ὅταν πάθῃ εἶτ’ ἐκεῖνο τὸ πάθος διαδίδωσιν. ἔστι δὲ ἐκεῖνο ἱδρυμένον περὶ τὴν καρδίαν, ἔνθα καὶ ὅλως τὸ τῆς ψυχῆς ἡγεμονικόν, ὡς προϊὼν ὁ λόγος δείξει. ἐν ᾧ γὰρ μάλιστα τὸ εἶναι τῷ ζῴῳ, ἐν ἐκείνῳ εὔλογον εἶναι καὶ τὸ εἶδος τὸ κυριώτατον. ἐν θερμῷ δὲ καὶ ὑγρῷ τὸ εἶναι μάλιστα τῷ ζῴῳ. τοιοῦτος δὲ ὁ περὶ καρδίαν τόπος. ἀρχὴ γὰρ αὕτη καὶ πηγὴ τοῦ αἵματος, ᾧ τρεφόμεθα, καὶ τοῦ πνεύματος, ταῦτα δὲ ὑγρά τε καὶ θερμά. καὶ τοιοῦτος μὲν ὁ κοινὸς τῆς αἰσθήσεως λόγος. ἐπεὶ δέ ἐστι μέρη τῆς αἰσθήσεως πέντε, καὶ ἔχει ταῦτα πρὸς ἄλληλα ὁμοίως τοῖς τῆς ⟨φυτικῆς⟩ ψυχῆς μέρεσιν τὸ πρῶτόν τε καὶ ὕστερον (ἐν δὲ τοῖς οὕτως ἔχουσιν οὐκ ἦν ὁ κοινὸς λόγος γνωρίμως τὴν τοῦ προκειμένου πράγματος σημαίνων φύσιν, ἀλλ’ ἔδει περὶ ἑκάστου αὐτῶν ἰδίᾳ ποιεῖσθαι τὸν λόγον τῷ βουλομένῳ περὶ αὐτῶν οἰκείως τε καὶ προσεχῶς λέγειν), δεῖ καὶ τὸν περὶ αἰσθήσεως λέγοντα ἰδίᾳ περὶ ἑκάστου μέρους εἰπεῖν. μέρη δὲ τῆς αἰσθητικῆς δυνάμεως ἁφή, γεῦσις, ὄσφρησις, ἀκοή, ὅρασις ἢ ὄψις. ὧν ἡ μὲν ἁφὴ τῶν ἄλλων χωρίζεται (ἔστι δὲ τρόπον τινὰ καὶ ἡ γεῦσις ἁφή)· ἔστι γοῦν τινα τῶν ζῴων, ἃ ταύτην τὴν αἴσθησιν ἔχει μόνην. τῶν δὲ ἄλλων τινὰ αἰσθήσεων ἀδύνατον παρεῖναί τινι χωρὶς φῆς. οὐδὲ γὰρ τὴν ἀρχὴν οἷόν τε ζῷον εἶναί τι χωρὶς ταύτης τῆς αἰσθήσεως. μέλλοντας δὲ λέγειν περί τε τῶν αἰσθητικῶν δυνάμεων καὶ περὶ τῶν ἐνεργειῶν τῶν κατ’ αὐτάς, ἐπεὶ αἱ ἐνέργειαι αὐτῶν ἑκάστης γίνονται περὶ οἰκεῖόν τι αἰσθητόν, ἀναγκαῖον πρὸς τὴν δήλωσιν αὐτῶν πρῶτον ἐπ’ ὀλίγον περὶ τῶν αἰσθητῶν διαλαβεῖν, ἐπεὶ ὁμοιώσει τούτων τὸ αἰσθάνεσθαι.