Ancient Greek · ~8 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 16
Not analysed yet
Καθόλου δὴ τῶν αἰσθητῶν τὰ μὲν καθ’ αὑτά ἐστιν αἰσθητά, τὰ δὲ κατὰ συμβεβηκός, καὶ τῶν καθ’ αὑτὰ αἰσθητῶν τὰ μὲν ἰδίᾳ ἑκάστῃ αἰσθήσει ἐστὶν αἰσθητά (ἄλλα μὲν γὰρ ὄψεως ἴδια αἰσθητά, ὡς τὰ χρώματα, ἄλλα δὲ ἀκοῆς, ὡς ψόφοι, ἄλλα δὲ ὀσφρήσεως, ὀσμαὶ γάρ, ἄλλα δὲ γεύσεως, χυμοὶ γάρ, ἄλλα δὲ φῆς, αἱ γὰρ ἀπταὶ ἐναντιώσεις, ὧν θερμότητες, ψυχρότητες, ξηρότητες, ὑγρότητες, τραχύτητες, λειότητες· ἔστι γὰρ ἑκάστῃ αἰσθήσει αἰσθητά, ὧν οὐχ οἶόν τε αἰσθέσθαι ἄλλην τινὰ αἴσθησιν καθ’ αὐτά), τὰ δέ τινα τῶν καθ’ αὐτὰ αἰσθητῶν ἐστι κοινά. ἔστι δὲ τοιαῦτα, ὅσα τὸ μὲν γνωρίζεσθαι δι’ αἰσθήσεως ἔχει, πλείους μέντοι εἰσὶν αὐτῶν αἰσθήσεις διάκονοι. μεθ’ ὧν γὰρ τὸ ἑκάστῃ αἰσθήσει ἴδιον αἰσθητὸν ὑποπίπτει, μετὰ τούτων καὶ τὰ αἰσθητήρια τὴν ἐπὶ τὴν αἴσθησιν αὐτῶν ποιπίπτει εῖται διάδοσιν. τοιαῦτα δέ ἐστι κίνησις, ἠρεμία, ἀριθμός, σχῆμα, μέγεθος. κατὰ συμβεβηκὸς δὲ αἰσθητὰ τῷ συμβεβηκέναι τι αὐτοῖς αἰσθητὸν αἰσθητὰ καὶ αὐτὰ καλοῦμεν, οἶον εἴ τις τὸν ἀφρὸν αἰσθητὸν εἶναι λέγοι, διότι συμπίπτει βέβηκεν αὐτῷ λευκῷ εἶναι, τοῦτο δὲ αἰσθητόν. τὰ μὲν οὖν οὕτως λεγόμενα αἰσθητὰ οὐδὲ αἰσθητὰ τὴν ἀρχήν, ὅτι μηδὲ πάσχει τι ἡ αἴσθησις ὑπ’ αὐτῶν ἢ τοιαῦτα. τῶν δὲ καθ’ αὐτὰ αἰσθητῶν περὶ μὲν τὰ κοινὰ συμβαίνει τὰς αἰσθήσεις ἀπατᾶσθαι, ὡς μὴ πάσχειν, ὡς ἔχει τὰ ὑποκείμενα. αὕτη γὰρ αἰσθήσεως διαμαρτία τὸ διά τινα περίστασιν ἀλλοῖον αὐτῇ γίνεσθαι τὸ πάθος καὶ μὴ ὅμοιον τῷ ἀφ’ οὖ γίνεται. περὶ δὲ τὰ ἴδια αἰσθητὰ ἀληθεύουσι μάλιστα, ὅταν αὐταῖς φυλάσσηται ταῦτα, μεθ’ ὧν εἰσιν αὐτῶν ἀντιληπτικαί. ὧν πρῶτον μὲν ἂν εἴη τὸ ὑγιαίνειν τε καὶ κατὰ φύσιν ἔχειν τὰ αἰσθητήρια, δεύτερον δὲ ἡ θέσις τοῦ αἰσθητοῦ (οὐ γὰρ τοῦ ὄπισθεν κειμένου ἡ ὄψις ἀντιληπτική), τρίτον ἡ τοῦ διαστήματος συμμετρία. οὐ γὰρ ἀπὸ παντὸς διαστήματος τοῖς αἰσθητηρίοις ἡ τῶν αἰσθητῶν ἀντίληψις γίνεται. καὶ ἐπὶ τούτοις δεῖ τὸ μεταξύ, δι’ οὖ ἡ τῶν αἰσθητῶν ἀντίληψις, ἐπιτηδείως ἔχειν πρὸς τὸ τοῖς αἰσθητηρίοις διακονεῖσθαι (οὐ γὰρ οἷόν τε ὁρᾶν μὴ ὄντος τοῦ διαφανοῦς πεφωτισμένου), ἔτι ὑπὸ μηδενὸς ἐνοχλεῖσθαι· οὐ γὰρ οἶόν τε ἀκούειν οὖ τις βούλεται, ὅταν ἐνοχλῶσιν ψόφοι μείζονες.