Ancient Greek · ~9 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 18
Not analysed yet
Ἡ δέ γε ἀκοή ἐστι μὲν τῶν κατ’ ἐνέργειαν ψόφων ἀντιληπτική τε καὶ κριτική, γίνεται δὲ ὁ κατ’ ἐνέργειαν ψόφος ὑπὸ πληγῆς. ἡ δὲ πληγὴ ὑπό τέ τινος καὶ πρός τι καὶ διά τινος. ὑπὸ μέν τινος, τοῦ γὰρ πλήσσοντος· πρός τι δέ, πρὸς γὰρ τὸ πλησσόμενον· διά τινος δέ, δι’ οὖ ἡ πληγή. ἡ γὰρ πληγὴ κίνησίς τίς ἐστι κατὰ τόπον· πᾶσα δὲ ἡ τοιαύτη κίνησις διά τινος· ὥστε καὶ ἡ πληγὴ μὲν διά τινος, οὐ μὴν τοῦ τυχόντος. οὔτε γὰρ διὰ στερεοῦ, ὅτι μὴ οἷόν τε διὰ τοιούτου κίνησιν γενέσθαι, οὔτε διὰ κενοῦ, ὅτι μηδὲ τὴν ἀρχὴν τὸ κενόν ἐστί τι. ἀλλὰ μάλιστα μὲν ἐν ἀέρι καὶ δι’ ἀέρος ὁ ψόφος, ἤδη δὲ καὶ δι’ ὕδατος. οὔτε τὸ πλῆσσον δὲ οὕτε τὸ πλησσόμενον τὰ τυχόντα ὄντα ψόφον ποιεῖ, ἀλλὰ δεῖ στερεῶν γενέσθαι πληγὴν πρὸς ἄλληλα. οὐ γὰρ πάντα τὰ πλησσόμενα οἷά τε ψοφεῖν. ἡ γοῦν τῶν ἐρίων πρὸς ἄλληλα πληγὴ οὐ ποιεῖ ψόφον. οὐδὲ τὰ στερεὰ δὲ πάντα τὰ ψυφητικὰ ποιεῖ ψόφον. αἱ γοῦν βελόναι οὔτε πλήσσουσαι ἀλλήλας, οὔτε πλησσόμεναι ὑπ’ ἀλλήλων ποιοῦσι ψόφον. ὁ γὰρ ἀὴρ ἀθρόος ἀπολαμβανειαν πρὸς τῷ πλησσομένῳ λείῳ ἢ κοίλῳ ὄντι ὑπὸ τοῦ πλήσσοντος ὄντος καὶ αὐτοῦ τοιούτου ψρφεῖ. τὸ μὲν οὖν λεῖον τυπτόμενον ψόφον ποιεῖ διὰ τὸ ἀθρόον ὑπὸ τοῦ τύπτοντος πρὸς τῷ τοιούτῳ σώματι ἀπολαμβάνεσθαι τὸν ἀέρα. τὸ δὲ κοῖλον. ὅτι ὁ ἀὴρ ἐν τούτοις ἀδυνατῶν ἐξελθεῖν ὁ πρῶτος πληγεὶς διὰ τὴν κοιλότητα τοῦ περιέχοντος αὐτὸν ἄλλοτε πρὸς ἄλλα μέρη αὐτοῦ φερόμενος καὶ ἀνακλώμενός τε καὶ ἐνειλούμενος βιαίως ἐπὶ πολὺ ἠχεῖ, ἅτε διὰ τῶν ἀνακλάσεων πλείους πληγὰς ποιῶν. δεῖ δέ, εἰ μέλλοι ψόφος ἔσεσθαι, τὴν πληγὴν ταχυτέραν γίνεσθαι τῆς τοῦ ἀέρος θρύψεως τε καὶ χύσεως τοῦ μεταξὺ ὄντος τοῦ τε πλήσσοντος καὶ πλησσομένου. οὕτως γὰρ ὑπομένων καὶ ἀθρόος προσπίπτων τῷ πλησσομένῳ ποιεῖ τὸν ψόφον. ἤδη δὲ καὶ μόνος ὁ ἀὴρ πληγείς πως ψόφον ποιεῖ διὰ τὴν τῆς πληγῆς ταχυτῆτα ὡς στερεὸς ἀντιτυπῶν τῷ πλήσσοντι φθάνοντι διὰ τὴν ταχυτῆτα τῆς πληγῆς τὴν οἰκείαν αὐτοῦ διαίρεσίν τε καὶ θρύψιν, ὡς ἐπὶ τῶν μαστίγων γίνεται. ὡς εἴ γε μὴ γίνοιτο θᾶττον ἡ ἀπὸ τῆς πληγῆς κίνησις τῆς θρύψεως τοῦ ἀέρος, οὐκ ἂν ψόφος γίνοιτο, ὥσπερ οὐδ’ ἐὰν εἰς σωρὸν ἄμμου τύπτῃ τις φερόμενον ταχὐ μὴ φθάνων τὴν θρύψιν αὐτοῦ καὶ φθορὰν τῇ πληγῇ.