Ancient Greek · ~23 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 19.1
Not analysed yet
Καὶ ἡ ἠχὼ δὲ γίνεται κατ’ ἀνάκλασιν ἀέρος. ὅταν γὰρ ὁ πληγεὶς ἀὴρ εἷς μείνας ἐνεχθεὶς ἐπί τι στερεὸν ἔχον τινὰ κοιλότητα ὑπὸ τοῦ ἀέρος τοῦ ὄντος ἐν τῷ κοίλῳ τούτῳ ἡνωμένου διὰ τὸ περιέχεσθαι καὶ μὴ θρυπτομένου ἀλλ’ ἑνὸς μένοντος ἀπωσθῇ, διὰ τὴν βίαν ἐπὶ ταὐτὸν φέρεται ὅθεν ἠνέχθη. οὐ γὰρ κενῷ τῷ ἀγγείῳ προσπίπτει, ἀλλὰ ἀέρος πλήρει, ὑφ’ οὖ διὰ τὸ συνέχεσθαι αὐτὸν ὑπὸ τοῦ ἀγγείου κωλυθεὶς εἰς τὸ πρόσω ἐνεχθῆναι ἢ θρυβῆναι, ἀπωσθεὶς εἰς τοὐπίσω πάλιν φέρεται ταχέως ἅτε εὐκίνητος ὢν τὸν αὐτὸν ἔτι φυλάσσων ψόφον. δύναται δὲ λέγεσθαι καὶ ὅτι οὐχ ὁ πρῶτος ἀὴρ πληγεὶς φέρεται ἐπὶ τὸ κοῖλον σῶμα καὶ τὸν ἐν τούτῳ ἀπειλημμένον ἀέρα καὶ πάλιν ἀπὸ τούτων εἰς ταὐτὸν ἀνακάμπτει (οὕτως γὰρ ἀντιπερίστασις ἂν γίνοιτο διπλῆ τοῦ μετὰ τὸν πεπληγότα ἀέρα καὶ φερόμενον αὐτῷ ἐπὶ τὸν κοῖλον τόπον ὑποχωροῦντος καὶ πάλιν ἀναστρέφοντος), ἀλλ’ ὁ μὲν πρῶτος ἀὴρ πληγεὶς διὰ τὸ τάχος τῆς πληγῆς συνεχὴς καὶ ἀδιαίρετος μείνας τὸν μετ’ αὐτὸν σχηματίζοι ἂν τῇ ὁμοίᾳ πληγῇ, καὶ πὗτος τὸν μετ’ αὐτόν, καὶ οὕτως κατὰ συνέχειαν μέχρι τοῦ ἀγγείου ἡ πρόοδος τοῦ ψόφου κατὰ διάδοσιν γίνοιτ’ ἄν, ὁ δὲ τελευταῖος ὁ πρὸς τῷ ἀγγείῳ πληγείς τε καὶ σχηματισθεὶς κωλυθεὶς εἰς τὸ πρόσω διαδοῦναι τὴν πληγὴν ὑπὸ τοῦ ἀγγείου, ἀνάπαλιν ὑπὸ τῆς τοῦ στερεοῦ ἀντιτυπίας ἀπωσθείς, ὡς σφαῖρα ἀπὸ στερεοῦ τινος, τὸν ἐπὶ τάδε αὐτοῦ πλήσσοι τε ἂν καὶ σχηματίζοι πάλιν, καὶ οὖτος πάλιν τὸν πρὸ αὐτοῦ, καὶ οὕτως ἡ διάδοσις ἐπὶ ταὐτὰ γίνεσθαι τῆς τε πληγῆς καὶ τοῦ ψόφου ὅθεν ἤρξατο τὴν ἀρχήν, ὥσπερ καὶ ἐπὶ τῶν κατόπτρων τὸ ὁρᾶν αὐτοὺς γίνεται. ἐπεὶ δὲ ὁ ἀὴρ δοκεῖ κενὸς εἶναι, οὖτος δὲ τοῦ ἀκούειν αἴτιος (διὰ γὰρ ἀέρος τὸ ἀκούειν, ὁ γὰρ ἐν τοῖς ὠσὶν ἀὴρ ἐγκατῳκοδομημένος ὄργανον τοῦ ἀκούειν), διὰ ταύτην τὴν αἰτίαν εὐλόγως δοκεῖ λέγεσθαι εὖ ὑπό τινων τὸ ἀκούειν ἡμᾶς τῷ κενῷ. ἡ δὲ φωνὴ εὖδός ἐστι ψόφου. ὁ γὰρ ὑπὸ τοῦ ζῴου ὡς ζῴου γινόμενος ψόφος φωνή· ἔστι δὲ ὑπὸ ζῴου ὡς ὑπὸ ζῴου γινόμενα τὰ κατὰ φαντασίαν τινὰ καὶ καθ’ ὁρμὴν γινόμενα. τῶν γὰρ ἀψύχων ὅσα φωνεῖν λέγεται, κατὰ μεταφορὰν λέγεται. ἐπεὶ γὰρ τὸ μέλος καὶ ἡ διάλεκτος ἐμψύχου ψόφοι, ὅσα δοκεῖ ταῦτα μιμεῖσθαι, ὡς αὐλοί τε καὶ κιθάραι καὶ σάλπιγγες καὶ λύραι, ταῦτα λέγεται διὰ τοῦτο φωνεῖν. φωνὴν δὲ προΐεται τῶν ζῴων τὰ ἀναπνέοντα. ἔστι γὰρ ἡ φωνὴ πληγὴ τοῦ ἀναπνεομένου ἀέρος ὑπὸ τῆς ἐν τοῖς φωνητικοῖς ὀργάνοις δυνάμεως ψυχικῆς διὰ τούτων γινομένη πρὸς τὴν καλουμένην ἀρτηρίαν κατὰ φαντασίαν τινά. τῷ γὰρ ἀναπνεομένῳ ἀέρι καταχρῆται ἡ φύσις ἐπὶ δύο ἔργα, πρός τε τὴν ἔμψυξιν τοῦ πλεονάζοντος θερμοῦ περί τε τὸν πλεύμονα καὶ τὴν καρδίαν καὶ πρὸς τὴν φωνήν, ὥσπερ γε καὶ τῇ γλώττῃ πρός τε τὴν χυμῶν διάκρισιν καὶ πρὸς τὴν διάλεκτον. αὕτη γὰρ τὸ φωνητικὸν ὄργανον, δι’ οὖ ἡ ψυχὴ πρὸς τὴν ἀρτηρίαν καὶ τὸν ἐν ταύτῃ ἀέρα τὸν ἀναπνεόμενον ἀέρα πλήσσει. καὶ ὥσπερ ἐπὶ τῆς γλώττης τὸ μὲν κατὰ τὴν γεῦσίν τε καὶ τὴν τῶν χυμῶν διάκρισιν ἔργον αὐτῆς ἀναγκαῖον τῷ ἔχοντι αὐτήν, ἐπεὶ μή ἐστι ζῆν μὴ τρεφομένοις, τὸ δὲ κατὰ τὴν ἑρμηνείαν τοῦ βελτίονός τε καὶ τοῦ εὖ ἕνεκεν, οὕτως καὶ ἐπὶ τοῦ ἀναπνεομένου πνεύματος τὸ μὲν πρὸς τὴν τοῦ ἐντὸς θερμοῦ κατάψυξιν γινόμενον ἔργον δι’ αὐτοῦ ἀναγκαῖον (ἡ γὰρ ἔμψυξις ἡ ἀπ’ αὐτοῦ γινομένη τοῖς περὶ τὸν θώρακα μέρεσιν εἰς τὸ εἶναι συντελεῖ τοῖς ἀναπνέουσιν), τὸ δὲ πρὸς τὴν φωνὴν τοῦ εὖ χάριν. ὁ γὰρ λόγος καὶ ἡ μήνυσις τῶν τῆς ψυχῆς νοημάτων, γινόμενα διὰ τούτων, εἰς τὴν ἀρίστην συντελεῖ τῷ ἀνθρώπῳ κοινωνίαν. ὅτι δὲ τῷ ἀναπνεομένῳ ἀέρι χρῆται τὰ φωνοῦντα δῆλον ἐκ τοῦ μήτ’ ἀναπνέοντας αὐτὸν μήτε ἐκπνέοντας φωνεῖν δύνασθαι, ἀλλὰ μόνον κατέχοντας. οὐ γὰρ ἐκπνεόμενος πλήσσεται, ἀλλὰ πλησσόμενος κατὰ μόρια ἐκπνέεται. διὸ καὶ μετὰ τὴν φωνὴν ἀναπνέομεν ἀλλ’ οὐκ ἐκπνέομεν. οὐχ ἡγητέον δὲ πάντα ψόφον ὑπὸ ζῴου γινόμενον φωνὴν εἶναι, ἀλλὰ μόνον τὸν οὕτως γινόμενον ὡς προείρηται. διὰ τοῦτο γὰρ οὐδὲ ὁ τοῦ βήττοντος ψόφος φωνή· καίτοι πληγὴ καὶ αὐτός ἐστιν ὑπὸ τῶν φωνητικῶν ὀργάνων γινομένη· ἀλλ’ ὅτι μὴ κατὰ φαντασίαν μηδὲ καθ’ ὁρμὴν γίνεται. οὐκ ἔστι φωνή. τὸ μὲν οὖν ἀκουστὸν τοιοῦτον, τὸ δὲ ἀκούειν ἐν τῇ περὶ τοῦτο ἐνεργείᾳ τῆς ἀκουστικῆς ψυχῆς. ἡ δὲ ἀκουστικὴ ψυχὴ δύναμις, καθ’ ἣν τὸ ἔχον αὐτὴν ἀντιληπτικόν τε καὶ κριτικόν ἐστι τῶν ἀκουστῶν διά τινος ἀλλοιώσεως γινομένης ἐν αὐτῷ. γίνεται δὲ τὸ ἀκούειν τόνδε τὸν τρόπον· ὁ ἐναπειλημμένος τε καὶ ὥς φησιν Ἀριστοτέλης ἐγκατῳκοδομημένος τοῖς ὠσὶν ἀὴρ κινούμενος ὑπὸ τοῦ ἐπεισιόντος ἔξωθεν καὶ ὑπὸ τῆς πληγῆς ἐσχηματισμένου πως ἀέρος, ἄθρυπτος μένων διὰ τὸ πάντοθεν περιέχεσθαι, καὶ διὰ τοῦτο ἀκριβῶς δεχόμενος τὰ τοῦ κινοῦντος αὐτὸν σχήματα, παραπέμπων ταῦτα μέχρι τοῦ πρώτου αἰσθητικοῦ διὰ τῶν ἀπ’ αὐτοῦ μέχρι τῶν ὤτων διατεινόντων πόρων, αἴτιος γίνεται τῇ ἐν ἐκείνῳ αἰσθητικῇ ψυχῇ τῆς ἀντιλήψεώς τε καὶ κρίσεως τῶν ψόφων. συναισθάνεται δὲ τὸ πρῶτον αἰσθητικὸν καὶ τοῦ διαστήματος μετροῦν αὐτὸ τῇ σφοδρότητί τε καὶ τῇ ἀνέσει τῆς πληγῆς. εἰ μὲν γὰρ σφοδρὰ ἡ ἐν τῷ ἀέρι τῷ ἐν τοῖς ὠσὶν ἡ πληγὴ ὑπὸ τοῦ ἐκτὸς γίνοιτο, ὡς ἐγγύς που τῆς πληγῆς γεγονυίας συνῄσθετο, εἰ δὲ ἠρεμαία, ὡς πόρρω. καὶ ἔστιν ἡ τοῦ διαστήματος ἀντίληψις τῇ ἀκοῇ γινομένη διὰ τῆς σφοδρᾶς ἢ ἠρεμαίας τοῦ ἐν τοῖς ὠσὶν ἀπειλημμένου ἀέρος πληγῆς. ὁμοίως δὲ τῇ ἀκοῇ καὶ τὴν ὄψιν ὑποληπτέον τοῦ διαστήματος ἀντιλαμβάνεσθαι. τὰ μὲν γὰρ ἐναργέστερον ὁρώμενα ἐγγυτέρω αὐτῇ εἶναι φαίνεται, τὰ δὲ ἀμαυρότερον πορρωτέρω. ὃ πάθος τῆς ὄψεως τηρήσαντες οἱ γραφεῖς τῶν ἐν τῷ αὐτῷ ἐπιπέδῳ σχημάτων τὰ μὲν ὡς ἐγγυτέρω ὄντα φαίνεσθαι παρασκευάζουσιν αὐτῇ, τὰ δ’ ὡς πορρωτέρω τῇ τῶν χρωμάτων παρ’ ἄλληλα θέσει τῶν τε μᾶλλον κινούντων καὶ τῶν ἧττον τὴν τοιαύτην ἀπάτην παρασκευάζοντες αὐτῇ· ἐπεὶ γὰρ τὰ ἐγγυτέρω ὄντα μᾶλλον ὁρᾷ τῶν ἀπὸ πλείονος διαστήματος, καὶ ἃ μᾶλλον ὁρᾷ ταῦτα ἐγγυτέρω εἶναι φαντάζεται πρὸς τὴν ἀντιστροφὴν οὐ προσηκόντως γινομένην ἀπατωμένη. |