Ancient Greek · ~22 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 20.1
Not analysed yet
Ὁμοίως δὲ ταύταις καὶ ἡ ὄσφρησις ἀντιλαμβάνοιτ’ ἂν τοῦ διαστήματος. ἔστι δὲ ἡ ὄσφρησις ἀντίληψίς τε καὶ κρίσις τῶν ὀσφραντῶν. ὀσφραντὰ δὲ αἱ ὀσμαί. οὐχ ὁμοίως δὲ γνώριμα ἡμῖν τὰ ὀσφραντὰ τοῖς τε ἀκουστοῖς καὶ τοῖς ὁρατοῖς, καὶ πολὺ πλέον ἔτι τοῖς ἀπτοῖς τε καὶ γευστοῖς. τὸ δ’ αἴτιον, ὅτι μηδὲ τὴν αἴσθησιν ταύτην ἔχομεν ἀκριβῆ. φαυλότερον γὰρ πολλῶν ζῴων ἄνθρωπος ὀσμᾶται. μόνων γοῦν αἰσθάνεται τῶν λυπηρῶν τε καὶ ἡδέων ὀσμῶν οὐχ οὕτως ὁρῶν οὐδὲ ἀκούων. ἐπὶ γὰρ ἐκείνων οὐ τῶν ἡδέων τε καὶ λυπηρῶν μόνων ἡ ἀντίληψις. ἀκούομεν γὰρ καὶ ὁρῶμεν καὶ τὰ μήτε λυπηρὰ μήτε ἡδέα. ἔοικε μὲν γὰρ τὰ ὀσφραντὰ ὁμοίως ἔχειν τοῖς γευστοῖς, ὡς εἶναι τὰ εἴδη τῶν ὀσφραντῶν ἀνάλογον τοῖς τῶν χυμῶν εἴδεσιν. ἀπ’ ἐκείνων γάρ πως καὶ ἡ γένεσις αὐτοῖς, εἴ γέ ἐστιν ὁ μὲν χυμός, ὥς φησιν ἐν τῷ περὶ αἰσθήσεων τε καὶ αἰσθητῶν Ἀριστοτέλης, τὸ ἐν τῷ ὕδατι γινόμενον πάθος ὑπὸ τοῦ γεώδους ξηροῦ διά τινος θερμότητός τε καὶ πέψεως τῆς κατὰ δύναμιν γεύσεως μεταβλητικὸν εἰς ἐνέργειαν, ὀσφραντὸν δὲ τὸ ἐν τῷ ὑγρῷ γινόμενον πάθος ὑπὸ τῆς ἐγχύμου ξηρότητος. τὸ γὰρ δίοσμον πλυντικὸν ὂν καὶ ῥυπτικὸν ἐγχύμου ξηρότητος, ὅταν τοῦτο δέξηται τὸ πάθος, ὀσφραντὸν κατ’ ἐνέργειαν γίνεται. ἀνάλογον μὲν οὖν διὰ τοῦτο τῷ χυμῷ τὸ ὀσφραντόν. διὸ καὶ ὡς τῶν χυμῶν οἱ μέν εἰσι γλυκεῖς, οἱ δὲ πικροί, καὶ οἱ μὲν λιπαροί, οἱ δὲ ἁλμυροί, καὶ πρὸς τούτοις οἱ μὲν αὐστηροί, οἱ δὲ ὀξεῖς, οἱ δὲ στρυφνοί, οἱ δὲ δριμεῖς, οὕτως δὲ καὶ αἱ τῶν ὀσφραντῶν ἔχουσι διαφοραί. ἀλλ’ ἐπεὶ τὴν μὲν γεῦσιν ἀκριβεστάτην αἴσθησιν ἔχομεν, ὅτι καὶ τὴν φῆν (ἁφὴ γάρ τις καὶ ἡ γεῦσις· κατὰ γὰρ τὴν ἁφὴν διαφερόντως ὁ ἄνθρωπος αἰσθητικός· τῷ γὰρ εὔκρατον μάλιστα εἶναι τὸ σῶμα αὐτῷ, διὰ τοῦτο γὰρ καὶ ἡ ἐντελέχειά τε καὶ ἡ αὐτοῦ, ὅπερ ἐστὶν ἡ ψυχή, τῶν ἄλλων ἀπάντων ζῴων ἀμείνων τε καὶ τελειοτέρα, τούτῳ καὶ τὴν ἀρὴν ἀκριβεστάτην ἔχει γινομένην σχεδὸν διὰ παντὸς τοῦ σώματος τοῦ τὴν προειρημένην εὐκρασίαν ἔχοντος· διὸ καὶ σημεῖον τοῖς ἀνθρώποις εὐφυίας εἶναι δοκεῖ ἡ ἐκ φύσεως κατὰ τὴν φῆν εὐαισθησία), κατὰ δὲ τὴν ὄσφρησιν ἀπολειπόμεθα τῆς ἀκριβείας. οὔτε γὰρ πάσας τῶν ὀσφρητῶν τὰς διαφορὰς γνωρίζομεν οὔτε ἀπὸ τῆς οἰκείας αὐτὰ διαφορᾶς ὀνομάζομεν, ἀλλὰ συνάπτοντες αὐτὰς τοῖς χυμοῖς τὰς μὲν τῶν γλυκέων χυμῶν ὀσμὰς καὶ αὐτὰς γλυκείας λέγομεν, τὰς δὲ τῶν δριμέων δριμείας. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὥσπερ δὲ ἥ τε ἀκοὴ καὶ ἡ ὄψις οὐ μόνον ἡ μὲν τῶν ἀκουστῶν ἡ δὲ τῶν ὁρατῶν κριτικαί, ἀλλὰ καὶ τῶν ἀντικειμένων αὐταῖς στερήσεων (ἀκοῆς γὰρ τὸ ἀνήκουστον οὕτως κρῖναι καὶ ὄψεως τὸ ἀόρατον· τοῦ γὰρ σκότους οὐκ ἄλλη τις ἢ ὄψις ἐστὶ κριτική). οὕτως δὲ καὶ ἡ ὄσφρησις τοῦ τε ὀσφρητοῦ καὶ ἀνοσφρήτου τοῦ κατὰ στέρησιν. πᾶσα γὰρ αἴσθησις κριτικὴ καὶ τῆς ἀντικειμένης τῷ αἰσθητῷ αὐτῷ στερήσεως· ἔχει δὲ καὶ τοῦτο ἡ ὄσφρησις παραπλήσιον τῇ τε ὄψει καὶ τῇ ἀκοῇ τὸ διὰ μέσου τε καὶ ἐκτὸς ὄντος γίνεσθαι ἀέρος ἢ ὕδατος, ἅ ἐστιν, ὥσπερ διαφανῆ καὶ δίηχα, οὕτως δὲ καὶ δίοσμα κατὰ δύναμίν τινα οἰκείαν οὖσαν ἐν αὐτοῖς ἑκάστῳ αὐτῶν διακονούμενα. καὶ γὰρ τὰ ἔνυδρα ὀσμῆς αἰσθάνεται· πόρρωθεν γοῦν ἐπὶ τὴν τροφὴν ἀπαντᾷ ὕποσμα γινόμενα. γίνεται δὲ τοῖς μὲν ἀνθρώποις τε καὶ ὅλως τοῖς ἀναπνέουσιν διὰ τοῦ ἀναπνεῖν ἡ ὄσφρησις, διὰ τῆς ἀναπνοῆς ἀποκαλυπτομένου καὶ ἀνευρυνομένου τοῦ τῆς ὀσφρήσεως ὀργάνου, τέως ἐπικεκαλυμμένου τε καὶ μεμυκότος, ὥσπερ ἐπὶ τῶν ὀφθαλμῶν γίνεται τοῖς ἔχουσι βλέφαρα. τοῖς δὲ μὴ ἀναπνέουσιν οὐχ οὕτω γίνεται τῷ τοὺς ὀσφρητικοὺς πόρους ἔχειν αὐτὰ ἀσκεπεῖς, ὡς ἐπὶ τῶν ὀφθαλμῶν ἔχει ἐν τοῖς σκληροφθάλμοις τῶν ζῴων. ὥσπερ δὲ χυμὸς ὑγροῦ ἐστι καὶ ἐν ὑγρῷ (οὐ γὰρ σἷόν τε ἀντίληψιν χυμοῦ γενέσθαι μὴ πρῶτον διυγρανθέντος τοῦ ἐν ᾧ ἐστιν εἰ ξηρὸν εἴη), οὕτως καὶ ἡ ὀσμὴ τοῦ ξηροῦ τε καὶ ἐν ξηρῷ. ἡ γὰρ φύσις ἡ τῶν ὀσμῶν δεκτική, ἣν δίοσμον καλοῦμεν, οὖσα ἐν ἀέρι τε καὶ ὕδατι, πλυντική τε καὶ ῥυπτική ἐστιν ἐγχύμου ξηρότητος, ἣν ἔγχυμον ξηρότητα δεξαμένη γίνεται κατ’ ἐνέργειαν ὀσφραντή, ὡς προείρηται. οὐδὲν γὰρ τῶν μὴ ἐγχύμων ὀσφραντόν. οὔτε γὰρ πῦρ οὔτε ἀὴρ οὔτε ὕδωρ οὔτε γῆ καθ’ αὐτὰ ὀσφραντά, ὅτι ἄχυμα. ἡ δὲ θάλαττα ὀσμὴν ἔχει. ἤδη γὰρ προσείληφεν χυμόν τινα καὶ ξηρότητα. καὶ οἱ μὲν λίθοι ἄοσμοι διότι ἄχυμοι. τὰ δὲ ξύλα ὀσμώδη, ὅτι καὶ ἔγχυμα. ὡς γὰρ ὁ χυμὸς γίνεται τῆς γεώδους ξηρότητος ἐναποπλυνομένης ἐν τῷ ὕδατι καὶ πεσσομένης διά τινος θερμότητος (αὕτη γὰρ γένεσις καὶ τῶν ἐν τοῖς καρποῖς χυμῶν ὡς ῥηθήσεται), οὕτως καὶ αἱ ὀσμαὶ γίνονται ἐν τῷ ἀέρι τε καὶ ὕδατι ἐναποπλυνομένης ἐν αὐτοῖς τῆς ἐγχύμου ξηρότητος καθό ἐστι δίοσμα. τὸ μὲν γὰρ γεῶδες ξηρὸν μηδέπω χυμὸν ἔχον ἐν αὐτῷ, μιγνύμενον καὶ ἐναποπλυνόμενόν πως τῷ ὕδατι διά τινος πέψεως τοὺς χυμοὺς ποιεῖ, τὰς δὲ ὀσμὰς οὐκέτι τὸ ἄχυμον ξηρὸν ποιεῖ, ἀλλὰ τὸ μεμιγμένον ἤδη τῷ ὕδατι καὶ χυμὸν ἔχον. ὅτι γὰρ αἱ ὀσμαὶ ὑπὸ τῆς ἐγχύμου ὑγρότητός τε καὶ ξηρότητος (ἄμφω γὰρ ἐν τῷ χυμῷ), δῆλον ἐκ τοῦ πάντα τὰ ὀσφραντὰ καὶ χυμὸν ἔχειν τινά. διὰ γοῦν τῆς ὀσφρήσεως πολλάκις καὶ τῶν σηπομένων καὶ τῶν προσκαιομένων χυμῶν καὶ τῶν εἰς ὀξύτητα μεταβαλλόντων τινὰς γνωρίζομεν, ὡς ἐκ τῶν χυμῶν τὴν γένεσιν τῶν ὀσφρητῶν ἐχόν| των καὶ διὰ τοῦτο ἑπομένων τῇ ἐκείνων μεταβολῇ. διὸ εἴη ἂν ὀσφραντὸν τὸ ἐγγινόμενον ὑπὸ τοῦ ἐγχύμου ξηροῦ καθὸ τοιοῦτόν ἐστι πάθος ἐν τῷ ὑγρῷ. ἐπὶ πλέον δὲ εἴρηται περὶ τούτων ἐν τῷ περὶ αἰσθητῶν τε καὶ αἰσθήσεων. τὸ μὲν οὖν ὀσφραντὸν τοιοῦτον, ὀσφραντικὸν δέ ἐστιν τὸ δύναμιν ἔχον ψυχῆς, καθ’ ἣν δι’ ἀλλοιώσεώς τε καὶ ὁμοιώσεως τῷ ὀσφραντῷ ἀντιληπτικόν τε αὐτοῦ καὶ κριτικόν ἐστιν.