Ancient Greek · ~33 min
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 3.1
Not analysed yet
Οὐ μόνον δὲ παρὰ τοῦ εἴδους τό τε εἶναι ἑκάστῳ καὶ αἱ πρὸς τὰ ἄλλα τὰ ὄντα διαφοραί, ἀλλὰ καὶ αἱ κατὰ τὸ ποιεῖν τε καὶ πάσχειν διαφοραὶ τοῖς σώμασι γίνονται κατὰ τὰ εἴδη. ποιοῦντα γὰρ καὶ πάσχοντα καθὸ σώματα τὸ τόδε τι ποιεῖν καὶ τόδε τι πάσχειν παρὰ τοῦ εἴδους ἔχει. κατὰ γὰρ τὴν κατ’ εἴδη διαφορὰν καὶ τούτων ἑκάτερον. διὸ καὶ εὐλόγως λέγεται τὸ κατὰ τὰ ἀσώματα ποιεῖν τε καὶ πάσχειν τὰ σώματα. οἷς μὲν οὖν φυσικοῖς σώμασιν ἀπλοῦν τὸ ὑποκείμενον (ἔστι δὲ τοῦτο ἡ κυρίως ὕλη, ἥτις ὑπόκειται τοῖς ἁπλοῖς τε καὶ πρώτοις σώμασιν, ἃ στοιχεῖα τῶν ἄλλων ἐστὶ σωμάτων), τούτων ἀπλοῦν καὶ τὸ εἶδος καὶ ἡ φύσις. διὸ καὶ μιᾶς τε καὶ ἁπλῆς κινήσεως τούτοις ἡ φύσις αἰτία. εἰ γὰρ ἡ φύσις ἀρχὴ κινήσεως, εἴη ἂν καὶ ἡ πλῆ φύσις ἁπλῆς ἀρχὴ κινήσεως. ἡ δὲ ἁπλῆ καὶ κυρίως μία. διὸ ἢ ἄνω τι τούτων μόνον ἢ κάτω μόνον κατὰ τὴν αὐτοῦ κινεῖται φύσιν. οἷς δ’ οὐκέθ’ ἀπλοῦν τὸ προσεχῶς ὑποκείμενον, ἀλλ’ ἔστιν ἤδη σῶμά τι καὶ σύνθετον (πᾶν γὰρ σῶμα σύνθετον τοιοῦτον), ἐν τούτοις καὶ τὸ εἶδος ποικιλώτερόν τε καὶ τελειότερον, καὶ ἡ φύσις τούτων τοιαύτη. καὶ εὐλόγως· συντελεῖ γάρ τι πρὸς τὸ τούτων εἶδος καὶ τὸ εἶδος τὸ ἐν τῇ ὕλῃ τε καὶ τῷ ὑποκειμένῳ· ἔτι δὲ μᾶλλον τοῦτο, εἰ μηδὲ ἓν εἴη μόνον σῶμα τὸ ὑποκείμενον αὐτῷ, ὃ ἐπὶ τῶν φυσικῶν τε καὶ συνθέτων σωμάτων ἀναγκαῖον. οὐδενὶ γὰρ τούτων ἓν τὸ ὑποκείμενον σῶμα τῶν ἁπλῶν. τοῦ γὰρ ἑνὸς καὶ ἁπλοῦ σώματος ἡ κατὰ φύσιν μεταβολὴ εἰς ἁπλοῦν ἄλλο σῶμα γίνεται. ὥστ᾿ εἴ τι μέλλει παρὰ τὰ ἁπλᾶ σώματα σύνθετόν τι φυσικὸν ἔσεσθαι σῶμα, δεῖ τούτῳ πλείω τῶν ἁπλῶν σωμάτων εἶναι τὰ ὑποκείμενα, ὃ πλῆθος παρὰ τὴν τῶν εἰδῶν τῶν ἐν αὐτοῖς διαφοράν ἐστι πλῆθος, καὶ διὰ τοῦτο τὰ τοιαῦτα σώματα σύνθετα. ᾧ δὴ πλείω καὶ διαφέροντα εἴδη τὰ μετὰ τῆς ὕλης ὑποκείμενα, ἐξ ἀνάγκης τούτου καὶ ἡ φύσις καὶ τὸ εἶδος ποικιλώτερόν τε καὶ τελειότερον, ἑκάστης φύσεως τῶν ἐν τοῖς ὑποκειμένοις αὐτῇ σώμασιν συντελούσης τι πρὸς τὸ ἐπὶ πᾶσιν κοινὸν εἶδος αὐτοῖς. εἶδος γάρ πως εἰδῶν γίνεται τὸ τοιοῦτον εἶδος καὶ τελειότης τις τελειοτήτων. διὸ καὶ οὐ δεῖ θαυμάζειν τὴν ἐν τοῖς φυσικοῖς σώμασιν τῶν εἰδῶν διαφορὰν ἔχοντας αὐτῶν τῆς παραλλαγῆς φανερῶς ἐν τοῖς ὑποκειμένοις τὰς αἰτίας. τό τε γὰρ πλῆθος τῶν εἰδῶν τῶν ἐν τοῖς ὑποκειμένοις αὐτοῖς σώμασιν καὶ ἡ τούτων διάφορος μῖξις τῆς τοσαύτης παραλλαγῆς εὐλόγως ἂν τὰς αἰτίας φέροιτο. εἰ γὰρ ἑνὸς ὄντος τοῦ ὑποκειμένου καὶ εἰς μηδεμίαν διαφορὰν τοῖς γινομένοις ἐξ αὐτοῦ συντελοῦντος (ἡ γὰρ ὕλη τοιοῦτον) ξηρότης καὶ ὑγρότης καὶ θερμότης καὶ ψυχρότης σύνδυο ἐν αὐτῇ γινόμενα τοσαύτης γίνεται διαφορᾶς τοῖς ἐξ αὐτῆς γινομένοις αἰτία, ὡς τὸ μὲν αὐτῶν πῦρ γίνεσθαι, τὸ δὲ ἀέρα, τὸ δὲ γῆν, τὸ δὲ ὕδωρ, καὶ τὸ μὲν βαρύ, τὸ δὲ κοῦφον, τὰ δὲ δευτέρως ἑκάτερον τούτων ἔχειν, πῶς οὐκ εὔλογον καὶ τὰ ἐκ τῆς τούτων ἁπάντων ποιᾶς μίξεως τε καὶ κράσεως γινόμενα σώματα πάμπολυ διαφέρειν ἀλλήλων κατὰ τὰ εἴδη τε καὶ τὰς δυνάμεις τὰς κινητικὰς αὐτῶν; τοῦτό τοι καὶ τὰ δένδρα καὶ τὰ φυτὰ πάντα φυσικὰ ὄντα καὶ σύνθετα σώματα τῶν ἁπλῶν σωμάτων ταῖς κινητικαῖς δυνάμεσιν πλεῖστον ὅσον διαφέρει. τὰ μέν γε μιᾶς καὶ ἁπλῆς κινήσεως ἀρχὴν ἐν αὐτοῖς ἔχει, τούτων δὲ ἕκαστον ἐν αὐτῷ καὶ τοῦ τρέφεσθαι τὴν ἀρχὴν ἔχει καὶ τῆς ἐπὶ πάσας τὰς διαστάσεις κατὰ τὴν αὔξησιν κινήσεως. ἔχει δὲ δύναμιν καὶ τοῦ γεννᾶν ἕκαστον αὐτῶν ὅμοιον αὑτῷ. ἔχοντα δὲ τὰ φυτὰ κοινὰ πάντα ταῦτα πλεῖστον ὅσον ἀλλήλων πάλιν κατ’ εἶδος διαφέρει τῷ τὴν ὕλην τε καὶ τὴν τῆς ὕλης τῆς ὑποκειμένης αὐτοῖς μῖξίν τε καὶ κρᾶσιν εἶναι διαφέροντα. τά τε γὰρ δένδρα ἀλλήλων πλεῖστον κεχώρισται καὶ πολὺ πλέον ἔτι τῶν λαχάνων καὶ αὐτῶν φυτῶν τε καὶ φυσικῶν 124 v καὶ συνθέτων ὄντων σωμάτων. ἀλλὰ καὶ τούτων αὐτῶν πρὸς ἄλληλα πάλιν πλείστην ὁρῶμεν οὖσαν διαφοράν, ἧς οὐκ ἄλλη τις αἰτία τῆς προειρημένης. καὶ ἔστι τὸ τοιοῦτον εἶδος ἤδη καὶ ἡ τοιαύτη τελειότης ἡ πρώτη δύναμις ψυχῆς. εἰ γὰρ πᾶν τὸ ζῶν ζῇ κατὰ ψυχήν, τὰ δὲ φυτὰ ζῇ, εἴ γε ζῆν ἐστι τὸ δι’ αὐτοῦ τρέφεσθαι καὶ αὔξεσθαι, τὰ φυτὰ ἂν ψυχὴν ἔχοι, καὶ εἴη ἂν ψυχὴ τὸ εἶδος αὐτῶν. ὥσπερ δὲ ἐπὶ τῶν ἁπλῶν σωμάτων τὸ εἶδος οὐ κατὰ τὴν ἐνέργειαν τὴν ἀπὸ τῆς δυνάμεως ἐστιν, ἀλλὰ κατὰ τὴν δύναμιν, ἀφ’ ἧς ἡ ἐνέργεια (οὐ γὰρ τὸ κάτω φέρεσθαι τῆς γῆς ἦν ἡ φύσις, ἦν γὰρ οὐδὲν ἧττον γῆ καὶ μένουσα, ἀλλ’ ἡ δύναμις, ἀφ’ ἧς αὐτῇ τὸ κάτω φέρεσθαι, ὅπερ ἡ βαρύτης ἦν, καὶ ἔστιν ἑκάτερον μὲν τελειότης, τε βαρύτης, εἴ γε εἶδος, ἥ τε κατὰ ταύτην ἐνέργεια, εἴ γε τελειότητές τε τῶν ἕξεών τε καὶ δυνάμεων αἱ ἀπ’ αὐτῶν ἐνέργειαι, πρώτη μέντοι ἡ κατὰ τὸν χρόνον προυφισταμένη, ἐν οἷς ἄμφω γίνεται, ἡ κατὰ τὴν ἕξιν τε καὶ τὴν δύναμιν τελειότης τῆς κατ’ αὐτὴν ἐνεργείας), οὕτως ἔχει καὶ ἐπὶ τῶν συνθέτων σωμάτων. εἰ δὴ οὐχ αἱ ἀπὸ τῶν δυνάμεων ἐνέργειαι τὰ εἴδη, ἀλλ’ αἱ δυνάμεις, αἳ διὰ τὸ προὺφίστασθαι τῶν ἀπ’ αὐτῶν ἐνεργειῶν πρῶταί τε καὶ πρὸ ἐκείνων εἰσίν, εἴη ἂν καὶ τῶν φυτῶν εἶδός τε καὶ ψυχὴ ἡ πρώτη τελειότης. τούτων τοίνυν ὁμολογουμένων τε καὶ κειμένων, οὐκ οἶμαί τινα ἀμφισβητήσειν, ὡς οὐχὶ καὶ τὸ ζῷον φυσικόν ἐστι σῶμα καὶ σύνθετον, ἐκ ψυχῆς καὶ σώματος συγκείμενον. εἰ δὲ σῶμα ὃν ἐκ τούτων τὸ εἶναι ἔχει, πᾶν δὲ σῶμα ἐξ ὕλης τε καὶ εἴδους σύνθετον. δῆλον ὡς καὶ τούτων τὸ μὲν ὕλη τοῦ ζῴου, τὸ δὲ εἶδος ἔσται. ἔστι μὲν οὖν καὶ ἐκ τῶν εἰρημένων περὶ τῶν φυτῶν δῆλον τὸ τὴν ψυχὴν τὸ εἶδος εἶναι. οὐ μὴν ἀλλὰ καὶ ἐκ τοῦ κατ’ ἀρχὰς ἡμῖν τῶν λόγων δεδειγμένου τοῦτο γνώριμον. ἦν γὰρ κείμενον τὸ καθ’ ὃ ἑκάστῳ τὸ εἶναί ἐστι, τοῦτ’ εἶναι τὸ εἰδὸς αὐτοῦ καὶ τὴν τελειότητα. τῷ δὲ ζῴῳ ἐστὶ τὸ εἶναι ζῴῳ κατὰ τὴν τοιάνδε ψυχήν (τὴν γὰρ αἰσθητικήν), ταύτῃ γὰρ τῶν ἄλλων ἀπάντων ἃ μὴ ζῷά ἐστι τὸ ζῷον διαφέρον ζῷόν ἐστιν. εἶδος ἄρα ἐν τῷ ζῴῳ ἡ ψυχὴ τοῦ σώματος, εἴ γε ἐν πᾶσιν τοῖς σώμασιν τὰ εἴδη τῆς ὑποκειμένης ἐν αὐτοῖς ὕλης ἐστὶν εἴδη, τοσούτῳ τελειότερον ἡ ψυχὴ εἰδὸς οὖσα τῆς ἐν τοῖς φυτοῖς, ὅσον ἡ ἐν ἐκείνοις ψυχὴ τῶν εἰδῶν τῶν ἐν τοῖς ἀπλοῖς τε καὶ πρώτοις σώμασιν. καὶ αἱ κατὰ τὴν αἰσθητικὴν δὲ ψυχὴν πάλιν διαφοραὶ τὴν αὐτὴν ἀναλογίαν σώζοιεν ἂν πρὸς ἀλλήλας, ἦν εἶχεν τὰ μὲν τῶν ἁπλῶν σωμάτων εἴδη πρὸς τὴν τῶν φυτῶν ψυχήν, αὕτη δὲ πρὸς τὴν αἰσθητικήν, καὶ τῆς ἀνάλογον αὐτοῖς διαφορᾶς αἰτία ἡ τῶν ὑποκειμένων αὐτοῖς σωμάτων κατά τε πλῆθος καὶ κατὰ ποιὰν κρᾶσίν τε καὶ μῖξιν καὶ σύστασιν διαφορά. καὶ εὐλόγως· εἰ γὰρ ἡ ἀρχὴ οὐχ ἥμισυ μόνον, ἀλλὰ καὶ τὸ πλεῖστον τοῦ παντὸς μέρος, καὶ ἡ κατὰ τὰς ἀρχὰς διαφορά. κἂν ἢ βραχεῖα, μεγάλης ἂν εὐλόγως γίνοιτο διαφορᾶς αἰτία. καὶ τοῦτο δῆλον καὶ ἐκ τῶν κατὰ τὰς ὁδοὺς ἐκτροπῶν. βραχεῖα γὰρ ἐν ταύταις παραλλαγὴ πολλάκις αἰτία τῆς ἐπὶ τοὺς πλεῖστον ἀλλήλων διεστῶτας τόπους κινήσεως. ἀρχὴ δὲ καὶ ἡ προσεχὴς ἑκάστῳ τῶν γινομένων ὕλη. ὥστε καὶ ταῖς ταύτης διαφοραῖς τὴν τῶν γινομένων ἐπ’ αὐταῖς εἰδῶν διαφορὰν εὔλογον ἕπεσθαι. οὐ γὰρ πᾶσα ὕλη τῆς αὐτῆς τελειότητός ἐστιν ἐπιδεκτική. οἷς μὲν οὖν τὴν ἀρχὴν τὸ ὑποκείμενον οὐδέπω σῶμα, τούτων καὶ τὸ εἶδος ἁπλούστερον· οἷς δὲ τὸ ὑποκείμενον σῶμά τε καὶ τοῦτο σύνθετον καὶ ἔχον μέρη διάφορα, ὡς ἄλλο πρὸς ἄλλην ἐνέργειαν εἶναι χρήσιμον, τούτων δὲ καὶ τὸ εἶδος μετὰ δυνάμεων πλειόνων, ἅτε ὂν εἶδος καὶ τελειότης ὀργανικοῦ τε καὶ ποικίλου σώματος· διὸ τοῦ τοιούτου σώματος εἶδος ἤδη ἡ ψυχή. ἀλλ’ ἡ μὲν ἁπλουστέρα, ἧς καὶ τὸ σῶμα τὸ ὀργανικὸν ἁπλούστερον, ἡ δὲ ἐκ πλειόνων δυνάμεων καὶ τελειοτέρα, ἧς καὶ τὸ ὑποκείμενον σῶμα, οὖ ἐστιν εξδος ἡ τοιάδε ψυχή, ποικιλώτερόν τε καὶ ὀργανικώτερον. εἰ δέ τῳ δοκεῖ αὐτόθεν ἀκούσαντι παράδοξον εἶναι τὸ τὴν ψυχὴν εἶδος εἶναι λέγειν τοῦ τοιούτου σώματος καὶ φύσιν, ὡς τοῦ πυρὸς τὴν κουφότητα, εἰς τὴν τῶν σωμάτων ἀπιδών διαφοράν, ὧν ταῦτα εἴδη, καὶ τὴν ἐν τοῖς ἐμψύχοις σώμασιν ἰδών κατασκευὴν ἀμύθητον ὅσον διαφέρουσαν τῆς τῶν πλῶν σωμάτων, οὐκ ἂν ἔτι παράδοξα λέγειν τοὺς οὕτω λέγοντας ὑπολαμβάνοι, εἴ γε μὴ παράδοξον, ἀλλὰ παντὸς μᾶλλον εὔλογον, τὸ ἣν ἔχει τὰ ὑποκείμενα τοῖς εἴδεσιν σώματα ἀναλογίαν πρὸς ἄλληλα, ταύτην καὶ τὰ εἴδη αὐτῶν σώζειν πρὸς αὐτά.