Ancient Greek
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΠΕΡΙ ΨΥΧΗΣ.
Alexander of Aphrodisias, De anima 21.1
Not analysed yet
Ἡ δὲ γευστικὴ αἴσθησίς τε καὶ δύναμίς ἐστι μὲν ἀντιληπτική τε καὶ κριτικὴ τῶν γευστῶν, ἅπερ εἰσὶν οἱ χυμοί, τὸ δὲ γευστὸν ἁπιόν τι, διὰ γὰρ ἀρῆς ἡ ἀντίληψις αὐτοῦ. διὸ οὐκ ἔστι διά τινος μεταξύ, ὄντος σώματος ἄλλου παρὰ τὸ. γευστικὸν καὶ τὸ γευστόν, ἡ γεῦσις γινομένη, διότι μηδὲ ἡ ἁφή. τὸ μὲν γὰρ γευστὸν χυμός, ὁ δὲ χυμὸς ὑγρόν, τὸ δὲ ὑγρὸν ἁπιόν (ἁφὴ γὰρ αἴσθησις ὑγροῦ), ὥστε τὸ γευστὸν ἁπιόν. ὑγρὸν δὲ ὁ χυμός, ὅτι ὕλη τῇ ποιότητι ταύτῃ τὸ ὑγρὸν ὕδωρ γίνεται. οὐδὲν γὰρ γευστὸν ἄνευ ὑγρότητος. τὸ γὰρ ὕδωρ ἄχυμον ὃν καθ’ αὐτό, πάσχον καθ’ ὃ ὑγρόν ἐστιν ὑπὸ τῆς ἐν τῇ γῇ ξηρότητος οὔσης ἐναντίας αὐτῷ, ὅταν ἐν αὐτῇ καὶ δι’ αὐτῆς ῥέῃ, προσγινομένης τινὸς αὐτῷ διὰ θερμότητος πέψεως ἔγχυμον γίνεται. γένεσις γὰρ χυμοῦ ἡ τοῦ ὑγροῦ διὰ τοῦ γεώδους ηροῦ διήθησις προσλαβοῦσα πέψιν τινὰ καὶ σύστασιν διά τινος θερμότητος. κατ’ ἰδίαν μὲν γὰρ ἑκάτερον αὐτῶν ἄχυμον, ὅτι καὶ πᾶν πλοῦν σῶμα. ἡ δὲ κατὰ τὸν προειρημένον τρόπον μῖξις αὐτῶν γινομένη χυμῶν γεννητική. καὶ γὰρ οἱ ἐν τῇ γῇ δοκοῦντες εἶναι χυμοὶ κατὰ μῖξιν ὑγροῦ καὶ σύστασιν ὑπὸ θερμότητος γινομένην τὴν γένεσιν ἔχουσιν. εἰσὶ γὰρ ἐν τῇ γῇ ἐγκαταμεμιγμέναι καὶ ὑγρότητες καὶ θερμότητες. διὸ καὶ ὡρίσατο τὸν χυμὸν Ἀριστοτέλης πάθος τὸ ὑπὸ τοῦ ἐν τῇ γῇ ξηροῦ γινόμενον ἐν τῷ ὑγρῷ τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν εἰς ἐνέργειαν. ἐπεὶ δὲ τὸ γευστὸν ὑγρόν, ἀνάγκη τὸ τῶν χυμῶν ἀντιληπτικὸν ὄργανον μήτε ἐντελεχείᾳ ὑγρὸν εἶναι μήτε ἀδύνατον ὑγραίνεσθαι, εἴ γε δι’ ὁμοιώσεως μὲν ἡ αἰσθητικὴ ἀντίληψις, ἡ δὲ ὁμοίωσις δι’ ἀλλοιώσεως, ἡ δὲ ἀλλοίωσις μεταβολή· τὸ γὰρ εἰς τὸ ὅμοιόν τινι μεταβάλλον ἐξ ἀνομοίου ποιεῖται τὴν μεταβολήν. τοιοῦτον δὲ ἡ γλῶττα· οὔτε γὰρ αὐτὴ καθ’ αὐτὴν ὑγρά (οὐ γὰρ ἂν ἔτι τῆς ἀλλοτρίας ὑγρότητος ᾐσθάνετο μὴ πάσχουσα ὑπ’ αὐτῆς δι’ ὁμοιότητα, μὴ αἰσθανομένη δὲ τοῦ ὑγροῦ οὐδ’ ἂν τοῦ ἐν αὐτῷ χυμοῦ ᾐσθάνετο, εἴ γε διὰ τῆς τοῦ ὑγροῦ ἀντιλήψεως ἡ τῶν ἐν αὐτῷ χυμῶν αἴσθησις γίνεται), οὔτ’ αὖ πάλιν ἐστὶ τοιαύτη, ὡς μὴ ῥᾳδίως ὑγραίνεσθαι. καὶ ἔστιν ὡς ἐπὶ τῶν κατὰ τὰς ἄλλας αἰσθήσεις αἰσθητηρίων τὸ αἰσθητήριον δυνάμει μὲν ὅμοιον τῷ αἰσθητῷ, ἐνεργείᾳ δὲ ἀνόμοιον, οὕτω δὲ καὶ τὸ τῆς γεύσεως ὄργανον ἡ γλῶττα. τὰ δὲ εἴδη τῶν χυμῶν, ἀφ’ ὧν κατὰ μεταφορὰν καὶ τὰ ἐπὶ τῶν ὀσφραντῶν ἐλέγετο, ὡς ἐπὶ τῶν χρωμάτων ἔχει. ὡς γὰρ ἐπ’ ἐκείνων ἀπλᾶ μὲν τὸ λευκὸν καὶ μέλαν, τὰ δ’ ἄλλα ἐκ τούτων μικτά, οὕτω δὲ καὶ ἐπὶ τῶν χυμῶν ἀπλοῦς μὲν ὁ γλυκὺς καὶ ὁ πικρός, ἐκ δὲ τῆς μίξεως τούτων ἐγγυτέρω μὲν τοῦ γλυκέος ὁ λιπαρός, τοῦ δὲ πικροῦ ὁ ἁλμυρός, μεταξὺ δὲ τούτων ἐκ τῆς τούτων πάλιν μίξεως ὅ τε δριμὺς καὶ αὐστηρὸς καὶ στρυφνὸς καὶ ὀξύς. τὸ μὲν οὖν γευστόν ἐστι τὸ ποιοῦν ἐντελεχείᾳ ὅμοιον αὐτῷ τὸ γευόμενον αὐτοῦ, γευστικὸν δὲ τὸ ἔχον δύναμιν ἀντιληπτικήν τε καὶ κριτικὴν τοῦ τοιούτου διὰ τῆς πρὸς αὐτὸ κατ’ ἀλλοίωσιν ὁμοιότητος.